De Plenitudine (On Plethora)
Kühn 1824
τέχνῃ πλεῖστα κεκοινώνηκε τοῦ στοχάζεσθαι, λέγω δὴ τὸ μέρος
τῆς τέχνης τοῦτο τὸ διαγνωστικὸν ἅπαν, οὐ μόνον τὸ
κατὰ τὴν κακοχυμίαν, ἢ τὸ πλῆθος, ἃ νῦν ἡμῖν διορίζεσθαι
πρόκειται· τὰ γὰρ περὶ τὰς ἐνεργείας, ἢ τὰς τῶν νοσημάτων
αἰτίας, ἢ τὰς ἰάσεις, ἐπιστημονικώτερον ἔχει τὴν γνῶσιν.
εἴρηται δ’ ἐπὶ πλέον ὑπὲρ αὐτῶν τούτων ἑτέρωθι, καὶ
νῦν ἀρκέσει τὸ προστεθὲν αὐτάρκως διορισαμένους, αὐτόθι
που καταπαῦσαι τὸ γράμμα. γίγνοιτο δ’ ἂν αὐτάρκης ὁ λόγος
ἐπὶ παραδείγματι ἐξετασθείς. ἔστω δὴ τὸν μὲν ἄνθρωπον
ἀπύρεκτον ὑπάρχειν, ἐν ὄγκῳ δὲ μείζονι τὰς φλέβας
αὐτῷ καὶ τὸ σύμπαν σῶμα ἐρυθρότερον. σκεπτέον οὖν, εἰ
μηδὲν τούτῳ τῶν θερμαινόντων αἰτίων ἐπλησίασεν· εἰ γάρ
τοι φαίνοιτο, βέλτιον ἀναβάλλεσθαι τὴν διάγνωσιν, ἄχρι περ
ἂν ἡ ἐξ ἐκείνου κίνησις ἐν ὅλῳ τῷ σώματι καταστῇ, διότι μήτε
θυμούμενον, ἢ λελουμένον, ἢ λουόμενον, ἢ γεγυμνασμένον,
ἢ οἴνου προσενηνεγμένον ἀρτίως, ἢ ἄλλως ὁπωσοῦν
τεθερμασμένον εἰς τὴν διάγνωσιν ἄγειν προσήκει, ἀλλ’ ἐν ἡσυχίᾳ
πασῶν τῶν ἔξωθεν ὑπάρχοντα κινήσεων· εἰ γὰρ ἐν ἐκείνῳ
Work
Title: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 513-583
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_064.xml [146 Kb]