Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

τῷ καιρῷ φαίνοιτο τοιοῦτος, αἷμα πλεονάζει τῷ ἀνθρώπῳ. τοὐντεῦθεν ἐπισκέπτεσθαι τἄλλα, πρῶτα μὲν ὅσα μεγίστην ἔχει δύναμιν, εἶτα ἑξῆς τὰ λοιπά· ἐδείχθη δὲ βάρος καὶ τάσις, ὅ τε πρὸς τὰς κινήσεις ὄκνος, εἶθ’ ἑξῆς τὰ κατὰ τοὺς σφυγμοὺς, ἀγρυπνίας τε καὶ ὕπνους, ὀρέξεις τε καὶ ἀνορεξίας, ὅσα τ’ ἄλλα τοιαῦτα. μετὰ δὲ ταῦτα τῶν προηγησαμένων ἕκαστον, ὅσα πλῆθος ἐργάζεται, μή τις συνήθης ἔκκρισις ἐπέσχηται, μὴ γυμνάσιον ἠμέληται, μὴ πλείω καὶ πολύτροφα σιτία συνεχῶς προσενήνεκται, μὴ μετὰ τροφὴν ἀήθεσι χρῆται λουτροῖς, καὶ πρὸς τούτοις ἔτι μὴ πολλάκις ὁ τοιοῦτος ἄνθρωπος ἁλίσκεται νοσήμασι πληθωρικοῖς. ἐπὶ τούτοις ἅπασι καὶ τὰ παρὰ τῆς χώρας, καὶ ὥρας, ἢ εἴτι τοιοῦτον ἄλλο προσθεὶς, οὐκ ἴσην ἅπασι νέμων τὴν αἰτίαν, ὥσπερ οὐδ’ ἐν τοῖς ἄλλοις μέρεσι τῆς τέχνης· ἔνια μὲν γὰρ τῶν γνωρισμάτων ἐστὶν ἐπιστημονικὰ, καθάπερ ἡ τάσις, καὶ τὸ βάρος, ὅ τε ὄγκος τῶν φλεβῶν, ὅ τε ὄκνος, καὶ τὸ χρῶμα, καὶ ἡ τῶν σφυγμῶν κίνησις, ἁπασῶν δηλονότι τῶν προσφάτων κινήσεων ἀφωρισμένων· ἔνια δὲ ἀπολείπεται τούτων, οἷον ἡ τῶν, ἐκκρίσεων

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]