De Plenitudine (On Plethora)
Kühn 1824
ἐπίσχεσις, ὅ τε ἀργὸς βίος, ἐδέσματά τε πλείω καὶ τρόφιμα,
καὶ μετὰ τροφὴν λουτρά· συνιόντα μέντοι τὰ σύμπαντα τοῖς
ἐπιστημονικοῖς ἐγγὺς ἥκει. τρίτην ἐπὶ τούτοις ἔχει τάξιν, εἰ
συνήθως ἁλίσκεται πληθωρικοῖς νοσήμασιν ὁ ἄνθρωπος·
ἐφεξῆς δὲ τὰ κατὰ χώρας καὶ ὥρας συστατικὰ πάντων αὐτῶν·
ἐν μὲν γὰρ χειμῶνι καὶ ἦρι ψυχραῖς τε καὶ εὐκράτοις χώραις
μᾶλλον ἀθροίζουσι τὸ πλῆθος· ἐν δὲ ταῖς θερμαῖς καὶ ξηραῖς
ὥραις καὶ χώραις ἧττον· οὕτως δὲ καὶ οἱ μὲν πυκνοὶ τὴν
ἐπιφάνειαν μᾶλλον, οἱ δ’ ἀραιοὶ σπανιώτερον.
Work
Title: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 513-583
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_064.xml [146 Kb]