De Plenitudine (On Plethora)
Kühn 1824
αἰτίαν ἢ οὐσίαν εἶναι τὴν δύναμιν. εἰ γὰρ δὴ τοῦτό γε φυλάττοιτο,
πρόδηλον, ὡς ἐνεργείας τινὸς ἡ δύναμις αἰτία γενήσεται·
τὴν δ’ ἐνέργειαν ἀνάγκη δήπου καὶ αὐτὴν εἶναι
κίνησιν ἐκ τοῦ ποιοῦντος εἰς τὸ πάσχον, ὥσπέρ γε καὶ τὸ πάθος
τὴν ἐν τῷ πάσχοντι κίνησιν ἐκ τοῦ ποιοῦντος· (εἰς τὸ
πάσχον) ὥσθ’ ἣ γε νόησις ἐν τῷ πρὸς τὶ τῆς δυνάμεως, ἣ θ’
ὕπαρξις ἐν τῇ πρὸς ἕτερον σχέσει. ποιεῖν δ’ εἰς ἑαυτὸ λέγειν
ὁτιοῦν, ἢ ἐνεργεῖν εἰς ἑαυτὸ, παρὰ τὴν ἔννοιάν ἐστιν· οὕτως
οὖν καὶ συνέχειν ἑαυτό. καὶ γὰρ οἱ μάλιστα εἰσηγησάμενοι
τὴν συνεκτικὴν δύναμιν, ὡς οἱ Στωϊκοὶ, τὸ μὲν συνέχον
ἕτερον ποιοῦσι, τὸ συνεχόμενον δὲ ἄλλο· τὴν μὲν γὰρ πνευματικὴν
οὐσίαν τὸ συνέχον, τὴν δὲ ὑλικὴν τὸ συνεχόμενον,
ὅθεν ἀέρα μὲν καὶ πῦρ συνέχειν φασὶ, γῆν δὲ καὶ ὕδωρ συνέχεσθαι.
καίτοι γε ἔνιοι τῶν νῦν Ἡροφιλείους ἑαυτοὺς ὀνομαζόντων,
οὐδ’ ὄναρ ἀκηκοότες ταῦτα, τολμηρῶς ἀποφαίνονται
(τε) περὶ τῆς συνεκτικῆς δυνάμεως· εἰ μὲν ἀὴρ, ἢ πῦρ,
ἢ τὸ συναμφότερόν ἐστι τὸ συνέχον τοὺς λίθους τε καὶ τὰ
ξύλα, καὶ τἄλλα ὅσα τοιαῦτα, μὴ γινώσκειν ὁμολογοῦντες·
Work
Title: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 513-583
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_064.xml [146 Kb]