De Plenitudine (On Plethora)
Kühn 1824
κοπῶδές ἐστιν, ἐπὶ πόνοις πλείοσιν οὕτως ἔπαθεν· εἰ δ’
ὅλως οὐκ ἐπόνησεν ὁ ἄνθρωπος, οὐ διὰ κόπον κοπῶδες
αὐτὸ γίγνεται τὸ μόριον, ἀλλ’ ἑτέρως· ὥστ’ ἀληθὲς εἰπεῖν,
ἐπεὶ τάσεως αἴσθησίς ἐστιν ἄνευ τοῦ γυμνάσασθαι, πάντως
εἶναι πληθώραν. γίγνεται δὲ, οὕτως εἰπόντων, ἀχώριστόν
τε ἅμα καὶ ἴδιον τὸ σημεῖον, ἀκολουθούντων ἐξ ἀνάγκης ἀλλήλοις
ἑκατέρων· ἥ τε γὰρ ἄνευ τῶν γυμνασίων τάσις ἕπεται
πληθώρᾳ· γίγνεται γὰρ αὐτῆς ἀχώριστον σημεῖον, ὡς ὑπὸ
αἰτίου τῆς πληθώρας ἀποτελούμενον· ἡ δὲ ἐπὶ τοσοῦτον
αὔξησις τοῦ αἵματος, ὡς μηδέπω διατείνειν τὰς φλέβας, οὐδέπω
πληθώρα. τί ποτ’ οὖν ἐμνημόνευσεν ὁ Ἐρασίστρατος
ἐν τῷ λόγῳ βραχιόνων καὶ κνημῶν καὶ χειρῶν; καὶ γὰρ καὶ
ἐν τραχήλῳ καὶ μεταφρένῳ καὶ ὀσφύϊ καὶ κατὰ θώρακα
καὶ καθ’ ὑπογάστριον ἡ τοιαύτη συνίσταται τάσις. ὥσπερ
δὲ τῶν κώλων ὁ Ἐρασίστρατος ἐμνημόνευσεν ἐκ περιττοῦ,
κατὰ τὸν αὐτὸν τρόπον καὶ μειζόνως καὶ τῆς ἑλκώδους
αἰσθήσεως· οὐ γὰρ πληθώρας αὕτη γνώρισμά ἐστιν, ἀλλ’
ἐπὶ δακνώδεσι γίνεται χυμοῖς, οἵαπερ τοῖς ἡλκωμένοις μέρεσιν,
ἤτοι ψαύοντος αὐτῶν τινος, ἢ ἰχῶρος ἐρεθίζοντος,
Work
Title: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 513-583
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_064.xml [146 Kb]