De Plenitudine (On Plethora)
Kühn 1824
κοινὸν ὑπάρχον ἁπάσης οὐσίας, καὶ λεπτῆς, καὶ παχείας,
καὶ μέσης τῇ συστάσει, καὶ πνευματώδους, ἔτι τε θερμῆς
τε καὶ ψυχρᾶς, ἢ μέσης, ἀλλ’ ἑτέρων τινῶν δεῖται διαγνωρισμάτων
εἰς τὸν τούτου διορισμόν. ἡ δὲ ἐν ταῖς ἐνεργείαις
ἀτονία τὴν δύναμιν ἀῤῥωστοτέραν δείκνυσι, τῷ
ἐπισχεῖν τὸ κινοῦν, ὡς ἐπὶ χειρῶν κινήσεως ἀσθενοῦς·
πολλαῖς γὰρ ἀκολουθεῖ καταστάσεσιν· εἴτε γὰρ αὐξηθείη
τινὶ τό τε σαρκῶδες καὶ τὸ πιμελῶδες γένος, ἐν τοῖς
αὐτοῖς ὅροις διαμενούσης τῆς δυνάμεως, ἀνάγκη τὰς κινήσεις
ἀτονωτέρας γίγνεσθαι, μένοντος μὲν ἴσου τοῦ
κινοῦντος, αὐξηθέντος δὲ τοῦ κινουμένου· εἴτε τῶν χυμῶν
τις εἷς, ἢ καὶ πάντες ἅμα πλεονάσειαν, μὴ συναυξηθείσης
αὐτοῖς τῆς δυνάμεως, ἀνάγκη καὶ νῦν ἀτονωτέρας
γενέσθαι τὰς ἐνεργείας· εἴτ’ ἄμφω μὲν συναυξηθείη,
τά τε παρεγχύματα καλούμενα καὶ τὰ ὑγρὰ, μὴ
συναυξηθείη δὲ ἡ δύναμις, εἴτε τούτων ὡσαύτως ἐχόντων,
ἡ δύναμις ἀσθενεστέρα γένοιτο. δύναιτο δ’ ἄν ποτε καὶ
ἄμφω συνελθεῖν, ὥστε τὴν δύναμιν ἀῤῥωστοτέραν γενέσθαι,
Work
Title: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 513-583
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_064.xml [146 Kb]