De Plenitudine (On Plethora)
Kühn 1824
ἐπὶ τούτοις προδιορισθεῖσιν εἴη ἄν ποτε σημεῖον ὁ τῶν φλεβῶν
ὄγκος αἱματικοῦ πλήθους νῦν λεγομένου, τοῦ
κατ’ ἐπικράτησιν· ἀδύνατον γὰρ οὕτως ἀκριβὲς αἷμά ποτε
περιέχεσθαι κατὰ τὰς φλέβας, ὡς μηδὲν αὐτῷ μήτε χολῆς ἐμφέρεσθαι,
μήτε φλέγματος, μήτε ὀῤῥώδους ἰχῶρος, ὅθεν ἐγὼ
κᾀν τοῖς ἔμπροσθεν ἠξίουν ὡσαύτως ἀκούειν, εἴτε τοὺς χυμοὺς
πλεονάζειν, εἴθ’ αἷμα φήσαιμι. τοῦ γὰρ ἀμίκτου καὶ
καθαροῦ τῶν ἄλλων ὑγρῶν αἵματος οὐδέποτε ἐν ταῖς ψλεψὶ
περιεχομένου, δέδεικται γὰρ τοῦθ’ ἡμῖν ἑτέρωθι, ὡς τοῦ μέντοι
μικτοῦ, μὴ μέντοι γε ὡς ἔτυχεν, ἀλλ’ ὡς ἐν συμμετρίᾳ
τινι τοῖς κατὰ φύσιν ἔχουσι ζώοις, ἐπιμεμιγμένων αὐτῷ τῶν
ἄλλων, οὐδὲν διοίσει χυμοὺς ἢ αἷμα προσαγορεύειν. συναυξανομένων
γὰρ ἁπάντων ἐν τῇ κατὰ φύσιν συμμετρίᾳ τῷ
κατ’ ἐπικράτειαν αἵματι, ταὐτὸν σημαίνει τὸ τῶν χυμῶν
ὄνομα, καὶ οὐδὲν διαφέρει τοὺς χυμοὺς ηὐξῆσθαι λέγειν, ἢ
τὸ αἷμα, τοῦ λόγου τοῦ φάσκοντος τοὺς χυμοὺς αὐτὸ τοῦτ’
ἐπιδεικνυμένου, τὸ περὶ τὴν ἀρχαίαν ἀναλογίαν πάντως πλεονάσαι,
τουτὶ μὲν οὖν ἡμῖν οὕτω διοριζέσθω, πάλιν δ’ ἐπὶ
Work
Title: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 513-583
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_064.xml [146 Kb]