De Plenitudine (On Plethora)
Kühn 1824
αἰτίοις ἀποτελεσθήσεται, χωρὶς τοῦ τῶν ἄλλων τινὰ
πλεονεκτῆσαι χυμῶν. εἰ δὲ καὶ διὰ τὴν ἐκείνων μίξιν εἰς
δυσκρασίαν ἀφίκοιτο, μετὰ κακοχυμίας ἂν ἡ τοιαύτη δυσκρασία
συσταίη, λεγομένου μὲν ἔτι καὶ νῦν ἤτοι θερμοτέρου γεγονέναι
τοῦ αἵματος, ἢ ψυχροτέρου τε καὶ ὑγροτέρου, καὶ
κατὰ τὰς ἑτέρας δυσκρασίας ἓξ, ὀκτὼ γὰρ ἦσαν αἱ σύμπασαι,
καθ’ ἕτερον δέ τοι τρόπον, οὐχ ὡς ὁπότε μόνον αὐτὸ καθ’
ἑαυτὸ τοιοῦτον ὑπῆρχεν. οἱ σφυγμοὶ δὲ κατὰ τὰς δυσκρασίας
τὰς ὀκτὼ τὴν ἰδέαν ἐκείνην ἕξουσιν, οἵαν ἐν τῇ τῶν
σφυγμῶν πραγματείᾳ διήλθομεν· εἴτε δ’, ὡς εἵρηται, μόνου
τοῦ αἵματός ἐστιν, εἴτε διά τινα ἐπιμιξίαν χυμοῦ, διορίζεσθαι
χρὴ τῇ τε συνούσῃ χρόᾳ παντὸς τοῦ σώματος καὶ τοῖς ἄλλοις
συμπτώμασιν, ὅσα περὶ ὕπνου καὶ ἐγρηγόρσεως, ἢ ὀρέξεως
καὶ ἀνορεξίας, ἢ εἴτι τοιοῦτον, μικρὸν ἔμπροσθεν εἴρηται,
καὶ τῇ προηγησαμένῃ διαίτῃ, καὶ τοῖς γυμνασίοις, καὶ τοῖς
αὐτῷ τῷ κάμνοντι συμπίπτειν εἰθισμένοις, ἔτι τε τῇ ὥρᾳ καὶ
τῇ χώρᾳ καὶ τῇ φυσικῇ πυκνότητι καὶ ἀραιότητι τοῦ σώματος·
ἄμεινον γὰρ ἐκ πάντων τὸ πιστὸν τῇ διαγνώσει λαμβάνειν,
οὐκ ἐξ ἑνὸς ἢ δυοῖν, εὖ εἰδότας ὡς αὐτὸ μόνον ἐν τῇ
Work
Title: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 513-583
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_064.xml [146 Kb]