De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)
Kühn 1824
Ἡρόφιλος ἔπραξε, μαθητὴς αὐτοῦ γενόμενος, ἀλλ’ ἵν’ οἷς ὀρθῶς ἐκεῖνος ἔγραψε τὰ λείποντα προσθῶ. περὶ μὲν δὴ τοῦ σφυγμοῦ, τί ποτ’ ἔστι καὶ καθ’ ὅντινα τρόπον γίνεσθαι πέφυκεν, ἔν τε τῇ περὶ σφυγμῶν πραγματείᾳ δέδεικται καὶ νῦν εἰρήσεται τοσοῦτον, ὅσον ἂν εἰς τὰ προκείμενα χρήσιμον εἶναι φαίνηται. περὶ δὲ τῶν ἄλλων ἐν τῷδε τῷ πράγματι δίειμι, τὴν ἀρχὴν ἐνθένδε ποιησάμενος.
Αἰσθηταὶ κινήσεις ἐν τοῖς τῶν ζώων σώμασιν, ὁπόταν ὑγιαίνωσι, διτταὶ τῷ γένει φαίνονται· καθ’ ὁρμὴν μὲν ἢ κατὰ προαίρεσιν, ἢ ὅπως ἂν ὀνομάζειν ἐθέλωσιν οἱ τὰ μὲν τοιαῦτα δεινοὶ, τῆς δὲ τῶν πραγμάτων ἐπιστήμης ἀμελοῦντες, αἱ διὰ νεύρων τε καὶ μυῶν γινόμεναι, καὶ ταύτας ἔθος ἐστὶ τοῖς ἰατροῖς ὀνομάζειν προαιρετικὰς ἐνεργείας· ἕτεραι δὲ κινήσεις εἰσὶν ἐν τοῖς τῶν ζώων σώμασιν αἱ κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν, ἃς προσαγορεύουσι ζωτικὰς, ὄντος καὶ ἄλλου τρίτου γένους κινήσεων ἐν ταῖς φλεψὶν, οὐκ αἰσθητοῦ, ὑπὲρ ὧν οὐδὲν ἐν τῷ παρόντι δέομαι λέγειν. ἀλλ’ ἥ γε διὰ τῶν μυῶν τε καὶ τῶν νεύρων γινομένη, καθ’ ἣν
Work
Title: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 584-642
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_065.xml [119 Kb]