De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)
Kühn 1824
καὶ τὰς χεῖρας καὶ τὰ σκέλη κινοῦμεν, ἐν τρόμοις καὶ σπασμοῖς καὶ ῥίγεσι νοσώδεσιν, ἐνίοτε δὲ καὶ τοῖς παλμοῖς φαίνεται. πάντα γὰρ τὰ τοιαῦτα παθήματα πλημμελεῖς κινήσεις εἰσὶ τῶν αὐτῶν ὀργάνων, ἀφ’ ὧν ὑγιαινόντων αἱ καθ’ ὁρμὴν ἐπιτελοῦνται κινήσεις.
Ὁ τρόμος μὲν οὖν γίνεται τῆς ὀχούσης καὶ κινούσης τὸ σῶμα δυνάμεως ἀῤῥωστίᾳ. οὐ γὰρ ἐξ ἑαυτῶν δήπου τὰ μόρια τῶν ζώων οὕτως ὄντα βαρέα καὶ κάτω φέρεσθαι πεφυκότα, τὰς εἰς ἅπαντα τόπον ἔχει κινήσεις, ἀλλ’ ἡ διὰ τῶν νεύρων τοῖς μυσὶν ἀπὸ τῆς ἀρχῆς ἐπιπεμπομένη δύναμις οἷον ὄχημά τι καὶ πτέρωμα τῆς κινήσεως αὐτοῖς ἐστιν, ἣν ὅταν μὲν ἀπολέσῃ τελέως, ἀπόλλυσι δὲ τὰ παραλελυμένα, καταφέρεται καὶ πίπτει κάτω δίκην ὄρνιθος πτεροῤῥυήσαντος, ὅθεν οὐδεμία κίνησις ἀπολείπεται τοῖς οὕτω παθοῦσιν. εἰ δὲ περιγίνοιτο μὲν ἡ δύναμις, ὀλίγη δὲ καὶ ἀσθενὴς, ὡς μήθ’ ἱκανῶς ὀχεῖν τε καὶ βαστάζειν τὰ μέρη τοῦ σώματος, ἢ ὥσπέρ τι φορτίον φέρειν μὴ δύνασθαι, ἀνάγκη τὸ διακείμενον οὕτω μόριον ἐν τρόμῳ καθορᾶσθαι. αἱ γὰρ ὑπὲρ τὴν δύναμιν τοῖς
Work
Title: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 584-642
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_065.xml [119 Kb]