De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)
Kühn 1824
τε καὶ καταφερομένων τῶν παλλομένων μερῶν. πῇ
ποτ’ οὖν διοίσει τρόμος παλμοῦ; μέχρι μὲν τοῦδε φαίνονται μηδὲν
ἀλλήλων διαφέροντες, διενηνόχασι δὲ, οὔτε γὰρ τόπον πάσχοντα
τὸν αὐτόν φημι εἶναι τοῖς παλλομένοις, οὔτ’ αἰτίαν, οὔτε
σύμπτωμα. τρέμει μὲν γὰρ μὴ προελόμενος κινεῖν τὸ κῶλον
οὐδείς· πάλλεται δὲ τὰ παλλόμενα, κᾂν ἀποκείμενα τύχῃ, κᾂν
μηδεμίαν κίνησιν αὐτοῖς ἐπάγῃς. ἀπατῶνται δὲ κᾀνταῦθα
πολλοὶ, κεφαλάς τε τρομώδεις ὁρῶντες, ἀκίνητόν τε χεῖρα,
καὶ σκέλος, ὡς ἂν δόξειεν, ἀποτεταμένον ἐχόντων τινῶν,
ἔπειτ’ οὐδὲν ἧττον τρεμόντων. οὓς χρὴ διδάξαι τὸν λόγον
τοῦτον, οὐχ ὑπ’ ἐμοῦ νῦν πρῶτον λεγόμενον, ἀλλὰ καὶ πολλοῖς
τῶν παλαιῶν, οὐχ ὅσα φαίνεται κινεῖσθαι, ταῦτα κινεῖσθαι
φᾶσι μόνα. πολλὰ γοῦν ἀκίνητα μὲν εἶναι δοκεῖ, ἕνα
καὶ τὸν αὐτὸν ἐπέχοντα τόπον, οὐδὲν δὲ ἧττον κινεῖται.
τοὺς γοῦν ὄρνιθας οὐ μόνον ἄνω καὶ κάτω φερομένους, ἀλλὰ
κᾂν ἕνα τόπον ἐν τῷ ἀέρι κατειληφότες ὦσιν, ἐν κινήσει καὶ
τόθ’ ὑπάρχειν. ἐὰν γοῦν ἐν ἐκείνῳ τῷ τόπῳ νεκρὸν ὄρνιθος
Work
Title: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 584-642
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_065.xml [119 Kb]