Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

γένη τῶν μυῶν ἰσοσθενῶς ἐνεργεῖ. εἰ δὲ τούτου μνημονεύεις, ἀληθῆ παραφυλάττων εὑρήσεις ἀεὶ τὸν λόγον, ὅτι τῷ μηδεμίαν ἐπιχειροῦντι κινεῖσθαι κίνησιν οὐκ ἐγγίνεται τρόμος. ἀδυνάτου γάρ ἐστι καὶ ἀσθενοῦς κινήσεως σύμπτωμα. ὅθεν ὅτῳ κινεῖσθαι σώματι μηδόλως ὑπάρχει, παντί που δῆλον, ὡς οὐδὲ περὶ τὴν κίνησιν ἀσθενὲς καὶ ἀδύνατον ὑπάρξει.

Παλμὸς δέ γε καὶ τοῖς ἀκινήτοις συμβέβηκε. καὶ γὰρ ὀφρὺς καὶ βλέφαρον καὶ ὀφθαλμὸς ἐπαίρονται πολλάκις ἄνευ βουλήσεως ἁπάσης. ἔνθα καὶ τοῦτό γε σαφῶς οἶμαι θεάσασθαι μεγάλην ἔχον μοῖραν εἰς ἐπίγνωσίν τε τοῦ πάθους τῆς φύσεως ἀκριβῆ τε διάκρισιν ἀπὸ τῶν τρεμόντων. αἱ μὲν γὰρ ἐν τοῖς παλλομένοις μέρεσιν ἐπάρσεις τε καὶ θέσεις φαινόμεναι διατάσεις εἰσί τινες τῶν σωμάτων, οἷα πληρουμένων αὖθίς τε πάλιν κενουμένων συνιζήσεις· αἱ δὲ ἐπὶ τῶν τρεμόντων ὅλου τοῦ κώλου κινήσεις εἰσὶ, ποτὲ μὲν εἰς τὸ κάτω ῥέποντος, αὖθις δ’ ἄνω φερομένου, διαστέλλεται 

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]