Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

ἀπέστραπτο δὲ στόμα τῆς μήτρας, καὶ ἐς ἰσχίον καὶ ἐς σκέλος ὀδύνη, παρὰ σφυρὸν φλεβοτομηθεῖσα, ἐῤῥῄισε, καί τοι τρόμοι τὸ σῶμα πᾶν κατεῖχον. ἀλλ’ ἐπὶ τὴν πρόφασιν δεῖ ἐλθεῖν καὶ τῆς προφάσεως τὴν ἀφορμήν. γυναίου μέμνηται μετὰ τόκον οὐ καθαρθέντος τὴν λεγομένην τὰ δεύτερα λοχείαν κάθαρσιν, εἶτα τρομώδους γενομένου. τοῦτό, φησιν, ἰασάμην φλεβοτομήσας ἀπὸ σφυροῦ, καί τοι τρόμοι τὸ σῶμα πᾶν εἶχον. τί δὴ ἕτερον αἰνίττεται ἐνταῦθα, ἢ ὅτι ἕτερος οὐκ ἂν ἐφλεβοτόμησε; ψυχρὸν γὰρ εἶναι πεπίστευται τὸ πάθος ὁ τρόμος, τὸ δ’ αἷμα θερμόν. οὔκουν ἐτόλμησεν ἄν τις αἵματος κενοῦν ἐν πάθει θερμαίνεσθαι δεομένῳ. ἀλλ’ ἐγώ, φησιν, ἐτόλμησα, καὶ διδάσκει καὶ διὰ τί. ἀλλ’ ἐπὶ τὴν πρόφασιν δεῖ ἐλθεῖν καὶ τῆς προφάσεως τὴν ἀφορμήν. τὸ ἐνοχλοῦν, φησιν, ἠπιστάμην καὶ τοῦ ἐνοχλοῦντος τὴν αἰτίαν. τὸ μὲν οὖν ἐνοχλοῦν ἦν αἵματος πλῆθος, αἰτία δὲ αὐτοῦ τῆς μήτρας ἡ πρὸς τὸ ἰσχίον ἔγκλισις, δι’ ἣν οὐκ ἐκαθάρθη τὸ γύναιον. ὅπερ οὖν ἐχρῆν αἷμα κενωθῆναι, μὴ κενούμενον, ἀλλ’ ἐν τῷ σώματι πλανώμενον, ἄχθος ἦν τῇ φύσει, ὅθεν ἐπιγνοὺς 

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]