Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

βρασμόν τινα ἀπροαίρετον ἢ κλόνον, ἢ σεισμὸν, ἢ τοιοῦτον ἕτερον ἐξευρίσκειν ὄνομα. τὸ γὰρ τοῦ τρόμου κατὰ πάθους ἰδίου κεῖται· ἐοίκασιν οὖν οἱ τὸ νοσερὸν ῥῖγος ὁριζόμενοι κατάψυξιν ἄλλο μηδὲν εἰπόντες, ἀλλὰ τὸ τοῖς ὑγιαίνουσι γινόμενον. καί τοι τὸ νοσερὸν ῥῖγος, ὑπὲρ οὗ τοῖς ἰατροῖς ὁ πᾶς λόγος; ὁρίζεσθαι προὔκειτο καὶ τοῖς εἰρημένοις ἀνδράσι. νοσερὸν δὲ καλοῦμεν, ὅταν ἀπὸ μηδενὸς ἔξωθεν αἰτίας βιαίας, ἀλλ’ ἐξ ἑαυτοῦ τὸ σῶμα τοιαύτην ἴσχει διάθεσιν. οὕτω γὰρ δὴ, οἶμαι, καὶ Ἱπποκράτης ἔλεγεν· ὑπὸ καύσου ἐχομένῳ, ῥίγεος ἐπιγενομένου, λύσις. οὔκουν ψυχρὸν ὕδωρ καταχέας τῷ πυρέττοντι ποιήσεις ῥῖγος, ἀλλ’ ὅταν ἐξ αὐτῆς ἐγείρηται τῆς ἐν τῷ σώματι διαθέσεως. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἴρηται καὶ ταῦτα· μετὰ ῥίγους ἄγνοια, κακόν. κακὸν δὲ καὶ λήθη. τὰ ἑκταῖα ῥίγεα δύσκριτα. ῥίγεα δ’ ἄρχεται γυναιξὶν ἐξ ὀσφύος διὰ νώτου μᾶλλον, ἀτὰρ καὶ ἀνδράσι μᾶλλον ὄπισθεν ἢ ἔμπροσθεν. ἐν ἅπασι γὰρ τούτοις οὐ τὸ τοῖς ὑγιαίνουσι γινόμενον, ἀλλὰ τὸ νοσῶδες εἴρηται ῥῖγος, 

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]