Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

εἰς τὸ κάτω· νυνὶ δὲ τῆς φυσικῆς τοῦ θερμοῦ κινήσεως ἰσχομένης βίᾳ, τὸ ῥῖγος ἀπαντᾷ. βούλεται μὲν γὰρ ἅτε μήτε τὴν οὐσίαν μήτε τὸν τόνον βεβλαμμένον, ἀποτείνεσθαί τε καὶ πάντῃ τοῦ σώματος φέρεσθαι· κωλυόμενον δὲ καὶ βίᾳ συνωθούμενον εἰς τὸ βάθος, ἐπὶ τὴν ἰδίαν ἀρχὴν καταφεύγει. μένειν δὲ ἐνταῦθα μὴ δυνάμενον, ἀεικινήτῳ γὰρ οὐσίᾳ τὸ στῆναι θάνατος, ἀθροῖσαν ἑαυτὸ καὶ οἷον συνεσπειραμένον γεγονὸς, ὁμαλῶς μὲν οὐκ ἔσω τὴν ἀβίαστον ἀποτείνεται· σφοδρᾷ δὲ τῇ φορᾷ χρώμενον καὶ οἷον ἀπὸ ὕσπληγγος ἐξαλλόμενον, ἐνίοτε ἐνίσταται τοῖς ἐνισταμένοις αὐτοῦ τῇ πρόσω κινήσει, διώσασθαι μὲν ταῦτα, καθαρὰς δὲ αὐτῷ τὰς ὁδοὺς ἀπεργάσασθαι σπεῦδον. προσκροῦον δ’ αὐτοῖς ἐπεσχέθη μὲν ἐξ ἀνάγκης τῆς ῥοιζώδους φορᾶς, ἐκλόνησε δὲ κατὰ τὴν ἔμπτωσιν ὅλον τὸ σῶμα. τά τε γὰρ ἄλλα καὶ ἀτμῶδες νῦν γεγονὸς, ἐν τῷ προσκρούειν τοῖς ἐνισταμένοις εἴσω πάλιν ἀποπάλλεται, πληγῇ τι πάσχον ἐοικός· ἐπὶ δὲ τὴν ἀρχὴν ἀνέρχεται τὸ δεύτερον· ἐντεῦθεν δὲ πάλιν ὁρμηθὲν, ἐμπίπτει βιαιότερον, αὖθις δ’ ἀποπάλλεται καὶ κατὰ τήνδε τὴν ἔμπτωσιν· 

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]