Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

δυνάμεως ὠθεῖν αὐτὴν ἕκαστον ἐξ ἑαυτοῦ πρὸς τὸ πλησιάζον, ἄχρις ἂν ἐξ ἁπάντων ἐλαυνομένη, δι’ ἱδρώτων ἢ δι’ ἐμέτων ἢ καὶ διὰ τῆς κάτω γαστρὸς ἐκκριθείη. τοῦτο δὲ καὶ τοῖς ἠπεπτηκόσιν ἢ κακοχυμίας μεστοῖς, ἢ εἰς ἥλιον θερινὸν ἢ βαλανεῖον ἀφικομένοις, ἢ γυμναζομένοις συμπίπτει. φρικώδεις οὖν αὐτίκα γίνονται, καί τινες αὐτῶν καὶ ῥιγοῦσι. χρὴ γὰρ οὐ μόνον αἴτιον εἶναί τι δακνῶδες ἐν ἡμῖν, ἀλλὰ καὶ σφοδρῶς κινούμενον, εἰ μέλλει ῥῖγος ἐργάσασθαι. καὶ κοινὸν τοῦτο συμβέβηκεν ἀμφοτέρῳ τῷ γένει τῶν αἰτίων, ὅσα τε ψυχρὰ καὶ ὅσα θερμὰ ταῖς δυνάμεσίν ἐστι, τὸ κινεῖν ὀδυνηρῶς τὸ σῶμα. καὶ διὰ τοῦτο τοῖς τεταρταίοις πυρετοῖς καὶ τοῖς τριταίοις συνεισβάλλει ῥῖγος, καί τοι ὑπὸ χυμῶν ἐναντίων τῇ δυνάμει συνισταμένοις, ψυχρὸς μὲν γὰρ ὁ μελαγχολικὸς χυμὸς, θερμὸς δὲ ὁ τῆς ξανθῆς χολῆς. οὐχ ἁπλῶς δὲ πλεονάζειν αὐτοὺς ἔφην χρῆναι μέλλοντας ἐργάσασθαι ἢ φρίκην ἢ ῥῖγος, ἀλλὰ καὶ διὰ τῶν αἰσθητικῶν σωμάτων φέρεσθαι κινουμένους σφοδρότερον. ἐν ᾧ δὲ συννεύει μὲν εἰς τὸ βάθος τοῦ σώματος καὶ τὰ σπλάγχνα τὸ αἷμα, καὶ σὺν 

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]