De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)
Kühn 1824
σῶμα τεθῇ, ῥᾳδίως ἐπὶ τὴν γῆν κατενεχθήσεται τῷ βάρει
ῥέψαν. ᾧ δῆλον ὅτι καὶ τὸ μένον ἐπὶ τοῦ αὐτοῦ τόπου
σῶμα κινήσει τινὶ προσχρώμενον ἐμετεωρίζετο, κατὰ
τοσοῦτον μέρος γε κινήσεως, ὅσον ἔσχεν ἂν, εἰ μόνῳ τῷ βάρει
καταφερόμενον τετύχηκεν. ὥστε ἣν δοκεῖς ἀκινησίαν εἶναι,
σύνθετός ἐστι κίνησις ἐκ δύο τινῶν εἰς ὑπεναντίους τόπους
ἀπάγειν τὸ σῶμα δυναμένων κινήσεων συγκειμένη. ὧν εἰ τὴν
ἑτέραν ἀφέλοις τὴν ἄνω, τὴν λοιπὴν ὄψει ῥᾳδίως εἰς τὸν
κάτω τόπον ἀπάγουσαν τὸ σῶμα. τοῦτ’ οὖν καὶ Ἱπποκράτης
διδάσκει εἰπών· ἑστάναι ἕλκεσιν ἥκιστα συμφέρει. καὶ
ἄλλως, ἢν ἐν σκέλει ἔχῃ τὸ ἕλκος, οὐδὲ καθῆσθαι, οὐδὲ πορεύεσθαι,
ἀλλὰ ἡσυχίην ἔχειν καὶ ἀτρεμίζειν συμφέρει. τὸ
μὲν γὰρ ἀτρεμίζειν καὶ ἡσυχάζειν ὡς ὠφελοῦν ἐπαινεῖ· τὸ
δὲ ἑστάναι καὶ καθῆσθαί, φησιν, ἥκιστα συμφέρει, ἕτερόν τι
τοῦ ἀτρεμίζειν καὶ ἡσυχάζειν ὑπάρχον. ἐντέτανται γὰρ καὶ
τόθ’ οἱ μύες βαστάζοντές τε καὶ ἀπὸ τῆς γῆς ἐξαίροντες καὶ
ὀρθοῦντες τὸ σῶμα. διὰ τοῦτο τοῦ περιπατεῖν οὐδὲν ἧττον
τὸ ἑστάναι κοπῶδες, ὡς ἂν καὶ αὐτὸ κίνησις ὄν. ἀρθείσης
Work
Title: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 584-642
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_065.xml [119 Kb]