Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

γοῦν τῆς ψυχῆς τῆς κινούσης τε καὶ ὀρθούσης τὸ σῶμα, ῥᾳδίως ὄψει κείμενον ἐπὶ τῆς γῆς τὸ πρότερον ὂν ὀρθῶς. ᾧ δῆλον ὅτι καὶ ὁπόταν ὀρθὸν ᾖ, οὐκ ἦν ἀκίνητον, ἀλλ’ εἶχέ τι κουφίζον τε καὶ βαστάζον καὶ ἐξαῖρον αὐτό. ἐγὼ μὲν οὖν οὐδὲ τὸν κατακείμενον ἄνθρωπον, εἰ τὴν μὲν κεφαλὴν ὑψηλοτέραν ἔχοι, τοὺς δὲ πόδας ταπεινοτέρους, οὐδὲ τοῦτον ἀκίνητον εἶναί φημι παντάπασιν. ὑπέῤῥει γὰρ ἂν ῥᾳδίως ἐπὶ πόδας ἀπὸ τῶν ὑψηλοτέρων εἰς τὸ κάταντες ῥέπων, εἰ μή που κινήσῃ τὴν ῥοπὴν ταύτην ἀντισηκοῦσαν. ταῦτ’ ἆρα καὶ ὁ Ἱπποκράτης ἔλεγεν· εἰ δὲ καὶ προπετὴς γένοιτο, καὶ καταῤῥέοι ἀπὸ τῆς κλίνης ἐπὶ πόδας, δεινότερόν ἐστι. τὸ γὰρ ἐπὶ τοὺς πόδας ὑποῤῥεῖν κατακείμενον ἀῤῥωστούσης ἐσχάτως δυνάμεως βεβαιότατόν ἐστι γνώρισμα. ἑστάναι μὲν γὰρ ἢ καθέζεσθαι ἢ ἀνίστασθαι μὴ δύνασθαι δεινὸν μὲν, ἀλλ’ ἧττον δεινὸν, ἀπολήγουσι γὰρ πρὸς ταῦτα πολλοὶ τῶν νοσούντων, εἰς ἔσχατον ἀσθενείας οὔπω προϊόντες· τὸ δὲ μὴ κατακεῖσθαι δύνασθαι ζῶντος τρόπον, ἀλλὰ κᾀνταῦθα καθάπερ νεκρὸν καὶ ἄψυχον σῶμα καταφέρεσθαι, κακῶν ἔσχατον. τοῦτο ἐν τῷ

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]