Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

περὶ χυμῶν ἔῤῥιψιν ἐκάλεσεν, ὅπερ οἱ ἐξηγησάμενοι τὸ σύγγραμμα μὴ νοήσαντες ἐλάλησαν πολλά. τὸ γὰρ καταβεβλῆσθαι δίκην ἀψύχου σώματος, παντὸς τοῦ τόνου τελείως ἐκλελυμένου τε καὶ ἀπολωλότος ἔῤῥιψιν εἶπεν, ὥστε μὴ ταὐτὸν εἶναι τὸ ἐῤῥίφθαι τῷ κατακεῖσθαι, ἀλλ’ ὃν ἔχει λόγον τὸ καταπίπτειν πρὸς τὸ κατακεῖσθαι. οὕτω κᾀπὶ τῶν ὀρνίθων ἕτερον μέν ἐστιν ἐπὶ γῆν καταπτῆναι, ἕτερον δὲ πεσεῖν ἐπὶ τὴν γῆν. τὸ μὲν γὰρ ἐνέργεια, τὸ δὲ πάθος. ὡσαύτως οὖν τούτοις ἐνέργεια μὲν ἡ κατάκλισίς ἐστι, πάθημα δὲ ἡ ἔῤῥιψις. πρὸς τί δή μοι ταῦτα λέγεται; ἵνα τοὺς ἐπηρκότας ἢ σκέλος ἢ χεῖρα, κᾄπειτα φυλάττοντας, ὡς ἔχουσι, μὴ δόξῃς ἀκινήτους εἶναι, μηδ’ ἂν ὅτι μάλιστα τυγχάνωσιν. ἕνα καὶ τὸν αὐτὸν ἀεὶ κατέχοντες τόπον. εἰ δ’ οὐ βούλει συγχωρῆσαι κίνησιν ὑπάρχειν τοῖς οὕτω διακειμένοις, ἀλλ’ ἐνέργειάν τε πάντως αὐτοῖς συγχωρήσεις ὑπάρχειν, καὶ διπλασίαν γε τὴν ῥώμην ταύτην τῆς ἁπλῆς ἐνεργείας. ἐν μὲν γὰρ ταῖς ἁπλαῖς ἓν γένος ἐνεργεῖ μυῶν, ἤτοι τῶν καμπτόντων, ἢ τῶν ἐντεινόντων τὸ κῶλον· ὅταν δὲ ἀποτείνας αὐτὸ διαφυλάττῃς, ἄμφω τὰ

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]