Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

δὲ οὐδὲν, οὐδὲ συστέλλεται. διὰ τοῦτο τρέμει μὲν ὅλον τὸ μέρος, ὁπόταν τι δρᾷν ἐπιχειρῶμεν, οὐδενὸς ἀκινήτου τῶν ἐν αὐτῷ μένοντος· ἀλλ’ ὁμοίως μὲν οἱ μύες, ὁμοίως δὲ τούτοις ἀρτηρίαι καὶ νεῦρα καὶ φλέβες καὶ αὐτὰ τὰ ὀστᾶ καὶ τὸ δέρμα ποτὲ μὲν ἄνω φέρεται, ποτὲ δὲ κάτω. πάλλεται δὲ οὐ πάντα. νεῦρον γοῦν, ἢ ὀστοῦν, ἢ χόνδρον, ἤ τι τοιοῦτον ἕτερον οὐκ ἂν ἴδοις ποτὲ παλλόμενον. οὐ γὰρ ἔχει κοιλίαν, ἧς ἐν μέρει διαστελλομένης τε καὶ συστελλομένης, ἐπαίρεσθαι μὲν, ὅταν διαστέλληται, συμπίπτειν δὲ, ὅταν συστέλληται, τοῖς μέρεσιν ὑπάρξει. ἀλλ’ εἴτε μυῶν ἐστι πάθος μόνον ὁ παλμὸς, ὡς Ἡρόφιλος ἐνόμιζεν, ἤ καὶ τοῦ δέρματος, ἢ ἀρτηριῶν, ὡς ὑπελάμβανε Πραξαγόρας, αὖθις τοῦτο σκεψόμεθα. τῇ γὰρ παρὰ τῇ τοῦ πεπονθότος τόπου ζητήσει οἰκειοτέρα ἡ σκέψις. τὸ δέ γε νῦν εἶναι τοσοῦτον λαβόντες εἰς τὸ πρόσθεν ἴωμεν, ὅτι διάστασις μέν τίς ἐστι καὶ συνίζησις παρὰ φύσιν ὁ παλμὸς, ἀκούσιος δὲ κίνησις ἄνω τε καὶ κάτω τῶν μερῶν ἐναλλὰξ φερομένων ὁ τρόμος. ἔστι δὲ οὐ

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]