Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

ταὐτὸν οὔτε τῷ ἄνω φέρεσθαι τὸ διαστέλλεσθαι οὔτε τῷ κάτω τὸ συστέλλεσθαι. τὰ μὲν γὰρ ἄνω καὶ κάτω φερόμενα, τὸν πρότερον ἀπολείποντα τόπον, εἰς ἕτερον μεθίσταται· τὰ διαστελλόμενα δὲ καὶ συστελλόμενα, τὴν ἀρχαίαν ἕδραν φυλάττοντα, τὸ μὲν ἐπιλαμβάνει τοῦ πέριξ χωρίου, τὸ δὲ ἀπολείπει. ὥστε τὸ κινεῖσθαι μὲν ἀμφοτέροις κοινὸν, ὅσα τε διαστέλλεται καὶ συστέλλεται, καὶ μέν τοι καὶ ὅσα κάτω τε καὶ ἄνω φέρεται· ἴδιον δὲ τοῖς μὲν ἐλάττονα τόπον ἤ πλέονα κατειληφέναι, τὸν ἐξ ἀρχῆς οὐκ ἀπολείπουσι· τοῖς δὲ ἀεὶ τοὺς τόπους ἀμείβειν, μή ποτε ἐν ταὐτῷ μένουσι. δεήσει δὲ, οἶμαι, κᾀνταῦθά μοι διορισμοῦ πρὸς τὸ πάντῃ τὸν λόγον ἀληθεύειν. πολλάκις γὰρ ἤδη, πλεόνων ἅμα μυῶν ἤ τινος ἑνὸς μεγάλου σφοδρῶς παλλομένου, συνεπαίρεται μὲν διαστελλομένοις αὐτοῖς τὸ κῶλον, αὖθις δὲ καταπίπτει συστελλομένοις. ἐνθάδε τὴν ἀκούσιον ἔπαρσίν τε καὶ θέσιν τοῦ κώλου τρόμον οὐ χρὴ καλεῖν. ὄψει τε γὰρ σαφῶς τοὺς παλλομένους μύας, οἷς κινεῖται τὸ κῶλον, αὐτή τε ἡ κίνησις

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]