Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

οὐκ ἄν τις οὐδὲ μαινόμενος ἐπὶ ψυχρῷ φαίη συνίστασθαι χυμῷ· καῦσος γάρ ἐστι τῷ γένει, τοσοῦτον ἀποδέων θατέρου καύσου τοῦ συνεχοῦς, ὅσον διαλείπει τὸ θερμὸν τοῦ πυρετοῦ καὶ φλογῶδες καὶ περικαές. τὸ δ’ ἄπαυστον δίψος, ἥ τε τῆς ἐμψύξεως ἐπιθυμία, τό τ’ ἐμεῖν ἀκράτου χολῆς, καὶ ῥᾳστωνεῖν τοῖς γ’ ἐμέτοις, πῶς οὐκ εἰσὶν ἅπαντα φανερῶς ἐπὶ τῷ θερμῷ πλεονάζοντι; πῶς οὖν ῥιγοῦσιν ἐν τριταίοις; πῶς δ’ ἐν καύσοις πυρετοῖς τοῖς συνεχέσιν, εἰ μὴ διαλείποντες, ἀλλ’ ἀεὶ καίοντες ἔγκεινται, ῥῖγος ἐπιγίνεται, καὶ κριτικόν γε πυρετοῦ; ὑπὸ καύσου γάρ, φησιν, ἐχομένῳ, ῥίγεος ἐπιγενομένου, λύσις. ἀλλὰ καὶ δριμὺ καὶ θερμὸν φάρμακον ἕλκει προσαχθὲν· ὠδύνησε μὲν τὰ πρῶτα, φρίκην δ’ αὖθις, εἶτ’ ἐπ’ αὐτῇ ῥῖγος ἐργάζεται, καὶ πολλοὺς ἴσμεν ῥιγώσαντάς τε καὶ πυρέξαντας ἐφ’ ἕλκεσιν ἐρεθισθεῖσιν ὑπὸ δριμέων φαρμάκων. ἀλλὰ καὶ φλεγμονῆς εἰς ἀπόστημα τρεπομένης ἀνάγκη ῥῖγός τε καὶ φρίκην συνεδρεῦσαι. πολλῶν δ’ ἄν σε καὶ ἄλλων ἀνέμνησα διαθέσεων, ἐφ’ ὧν ἐναργῶς ἐπὶ δριμεῖ μᾶλλον ἢ

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]