Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

ψυχρῷ χυμῷ συνίσταται ῥῖγός, εἰ μὴ τοῦ λόγου τὸ μῆκος ἔφευγον. μὴ τοίνυν τῷ ψυχρῷ μόνῳ βιαζόμενοι τὸ ῥῖγος ἀναφέρωμεν, ἐπεὶ καὶ φοβερὸν ἄκουσμα καὶ θέαμα φρίκην τε καὶ ῥῖγος ἐργάζεταί ποτε. τοῦτο μέν γε καὶ Πλάτων ἐγίνωσκεν, οὐ μόνον Ἱπποκράτης. διαλεγόμενος οὖν ὑπὲρ τῶν ἐπὶ χολῇ ξανθῇ γινομένων νοσημάτων, ἐμνημόνευσε καὶ ῥίγους. ὅθεν ἄλλων τε πολλῶν χάριν ἐπέρχεταί μοι θαυμάζειν τῶν μετὰ ταῦτα γενομένων ἰατρῶν, κᾀν τοῖς περὶ τοῦ ῥίγους λόγοις οὐχ ἥκιστα. πῶς γὰρ οὐ δεινὸν, εἰ Πλάτων μὲν οὐκ ὢν ἰατρὸς οὐκ ἠγνόησεν, ὅτι καὶ διὰ χολὴν γίνεταί ποτε ῥῖγος, ἐξευρεῖν τε τὴν αἰτίαν ἐσπούδασεν, οἱ δὲ τοσοῦτον ἀποδέουσι τοῦτο πάντῃ γινώσκειν, ὥστ’ οὐδ’ ὅτι καὶ διὰ χολὴν καὶ διὰ δριμὺν ὁντιναοῦν χυμὸν ῥῖγος γίνεται, ἐπίστανται; ἀλλ’ ἄπορον ἐξευρεῖν τὴν αἰτίαν, ὅπως ἐπὶ δριμεῖ τε καὶ θερμῷ χυμῷ συνίσταται πάθος ψυχρόν. ἴσως μὲν οὐκ ἄπορον, εἴγε μηδὲ Πλάτων ἠπόρει· πολὺ δ’ οὖν ἦν ἄμεινον, εἴπερ ὄντως ἐστὶν ἄπορον, οὐκ ἀνατρέπειν ἐπιχειρεῖν τὸ πρᾶγμα φαινόμενον ἐναργῶς, ἀλλὰ τῆς αἰτίας ὁμολογῆσαι τὴν 

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]