Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

ἄγνοιαν. τὸ δ’ ἀναιρεῖν τὸ φαινόμενον, ὅμοιόν ἐστι τῷ μηδ’ ὁρᾷν ἡμᾶς ὁμολογεῖν, ὅτι μὴ γινώσκομεν ὅπως ὁρῶμεν. οὐκοῦν ὅτι μὲν οὐδὲν ἧττον ἐπὶ δριμεῖ τε καὶ θερμῷ χυμῷ γένοιτ’ ἂν ῥῖγος, ἢ ἐπὶ ψυχρῷ τε καὶ πηγνύντι, παντὸς μᾶλλον ἀληθές. εἶτα σκοπεῖν, εἰ ἁπλῶς τὸ ψυχρὸν ἢ τὸ δριμὺ πλεονάζειν χρὴ εἰς τὸ δυνηθῆναι ῥῖγος ἐργάσασθαι. ἐφεξῆς δ’ ἐκεῖνο διορισόμεθα, πολλοῖς ἀγνοούμενον, οὔτε γὰρ ἁπλῶς ψυχροῦ χυμοῦ πλεονάζοντος, οὔθ’ ἁπλῶς δριμέος γίνεται ῥῖγος. ἐπὶ μέν τοι τοῦ ψυχροῦ σαφῶς ἔμπροσθεν ἔδειξα, τὸ οἰδηματῶδες ἅπαν καὶ τὸ ναρκῶδες καὶ τὸ παράλυτον καὶ τὸ ὑδαρῶδες ὑπομνήσας· ἐπὶ δὲ τοῦ θερμοῦ τε καὶ δριμέος νῦν ἐπιδείξω σοι· κακόχυμοι γὰρ ἂν ἰκτερικοί τε καὶ πυρέττοντες ὀξέως καὶ καυσούμενοι πάντες ἐῤῥίγουν. οὔτ’ οὖν ἁπλῶς χρὴ πλεονάζειν ἢ ψυχρὸν χυμὸν ἢ δριμὺ πρὸς ῥίγους γένεσιν· ὑπάρχειν δ’ αὐτῶν ἀναγκαῖον ἑκατέρῳ τρόπον ἴδιον. εἴη δ’ ἂν ὁ τρόπος, οὐ γὰρ ἀποκνητέον ἐπὶ πᾶν ἰέναι τῷ λόγῳ τῆς ἀληθείας ἐρῶσιν, ἢ τὸ τοῦ

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]