Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

πλήθους μέτρον, ἢ ἡ τοῦ χυμοῦ ποιότης, ἤ τις τόπος τοῦ σώματος ἐν ᾧ χρὴ τοῦτον ἀθροίζεσθαι. γένοιτο δ’ ἂν καὶ περὶ τὸ μένειν ἢ κινεῖσθαι καὶ περὶ τὸν τρόπον τῆς κινήσεως οὐ μικρὰ διαφορά. εἰς ταύτας οὖν αὐτὰς καὶ Πλάτων ἀφορῶν ἔλεγε· ταύτην δὴ τὴν δύναμιν ἐχουσῶν ἰνῶν ἐν αἵματι, χολὴ φύσει παλαιὸν αἷμα γεγονυῖα, καὶ πάλιν ἐκ τῶν σαρκῶν εἰς τοῦτο τετηκυῖα θερμὴ καὶ ὑγρὰ κατ’ ὀλίγον τὸ πρῶτον ἐμπίπτουσα, πήγνυται διὰ τὴν τῶν ἰνῶν δύναμιν· πηγνυμένη δὲ καὶ βίᾳ κατασβεννυμένη χειμῶνα καὶ τρόμον ἐντὸς παρέχει, πλείων δ’ ἐπιῤῥέουσα, τῇ παρ’ αὐτῆς θερμότητι κρατήσασα τὰς ἶνας, εἰς ἀταξίαν ζέσασα, διέσωσεν. ἐν τούτοις ὁ Πλάτων ἅπαντ’ ἐπειράθη διελθεῖν, ὅσα χρὴ γινώσκειν ἐν ἅπασι γένεσι πάθους. τό τε γὰρ εἶδος τοῦ χυμοῦ εἶπε, χολὴν ὀνομάσας αὐτόν· ἐδήλωσε δὲ καὶ τὴν ποιότητα, θερμὴν καὶ ὑγρὰν εἰπών· ὅθεν τε ἡ γένεσίς ἐστι τῇ τοιαύτῃ χολῇ, τηκομένης γὰρ ἔφη γίνεσθαι σαρκὸς αὐτήν. ἀλλὰ καὶ τὸν τόπον εἰς ὃν ῥεῖ προσέθηκεν, ἐκ τοῦ δηλοῦσθαι πήγνυσθαι τὴν ἐπιῤῥέουσαν χολὴν ὑπὸ τῶν περιεχομένων

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]