Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

ἰνῶν κατὰ τὸ αἷμα. τούτῳ δὲ τῷ λόγω συνῆπται καὶ ἡ τοῦ πάθους γένεσις, ἐν ὧ χειμῶνα καὶ τρόμον ἔφη γίνεσθαι, χειμῶνα μὲν ὀνομάσας τὴν ἐν τοῖς ῥίγεσιν αἴσθησιν τῆς ψύξεως, τρόμον δὲ τὸν ἀνώμαλον σεισμόν τε καὶ κλόνον, ἐν ᾧ φαμεν οὐ τοῦτον μόνον, ἀλλὰ καὶ τῶν ἰατρῶν πολλοὺς ἐσφάλθαι. διώρισται γὰρ ἡμῖν ἔμπροσθεν ἡ κατὰ τὸν τρόμον γενομένη κίνησις τῆς κατὰ τὸ ῥῖγος. ὅταν οὖν, φησι, νικήσῃ τὰς ἶνας ἐπιῤῥέουσα πλείων, ἐξεθέρμανε τὸ σῶμα πρὸς τὴν ἑαυτῆς δύναμιν ἀντιμεταβάλλουσα τὰς ἶνας, ὡς αὐτὴ πρότερον ὑπ’ ἐκείνων μετεβάλλετο. περὶ μὲν οὖν τῆς ἀληθείας ὧν εἶπεν ὁ Πλάτων οὐ πρόκειται νῦν ἐπισκοπεῖσθαι, μελλόντων γε ἡμῶν ἐν ἑτέροις ὑπομνήμασιν ἐξηγεῖσθαί τε ἅμα καὶ κρίνειν ἃ κατὰ τὸν Τίμαιον εἶπεν· ὅτι δ’ οὐδὲν παρέλιπεν ὧν ἐχρῆν λέγεσθαι τοῖς ἀποφαινομένοις περὶ ῥίγους, τοῦτο ἤδη πέφηνεν ἐκ τῆς ῥήσεως αὐτοῦ. καὶ γὰρ τὸν χυμὸν εἶπεν ὑφ’ οὗ γίνεται τὸ ῥῖγος, καὶ τὸν τόπον εἰς ὃν ῥεῖ, καὶ τὸ τῆς κινήσεως εἶδος, ἔτι τε τὸν τρόπον καθ’ ὃν ψύχεταί τε καὶ αὖθις ἐκθερμαίνεται τὸ σῶμα.

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]