De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)
Kühn 1824
περὶ μὲν οὖν τῆς Πλάτωνος δόξης (καὶ τῆς) κατὰ τὴν ἐξήγησιν
τῶν ἐν τῷ Τιμαίῳ γεγραμμένων ἰατρικῶς ἐπισκεψόμεθα·
νυνὶ δὲ τὴν ἡμετέραν ἀποφαινόμεθα γνώμην, ἐπιδιαρθρώσαντες
ὅσα κατὰ τὴν Ἱπποκράτους δόξαν ὀλίγον ἔμπροσθεν
εἴρηται. ταῖς γὰρ τῶν θερμῶν φαρμάκων ὁμιλίαις
ἐνίοτε μὲν φρίκη μόνη, πολλάκις δὲ καὶ ῥῖγος ἐπιγίνεται,
καθάπερ ἐν καύσοις τε καὶ τριταίοις πυρετοῖς κινουμένης
τῆς ξανθῆς χολῆς, οὐκ ἐν ταῖς κοιλότησι τῶν ἀγγείων,
ἀλλὰ διὰ τῶν σαρκῶν, ἤτοι τῷ γεννηθῆναι πλείονα τοῦτον
τὸν χυμὸν ἐν αὐταῖς, ἢ τῷ δι’ αὐτῶν ὑπὸ τῆς φύσεως ἐκκαθαίρεσθαι.
κατὰ τοῦτο γὰρ αὐτὸ μόνον καὶ οἱ καῦσοι πυρετοὶ
τῶν τριταίων διαφέρουσι, τῶν μὲν (γὰρ) καύσων ἐν
τοῖς ἀγγείοις ἐχόντων τὴν χολὴν, τῶν δὲ τριταίων ἔξω τῶν
ἀγγείων διὰ τῶν αἰσθητικῶν σωμάτων φερομένην. ἐν γὰρ
τῇ δι’ αὐτῶν φορᾷ, λυποῦσα τῇ δριμύτητι, τὴν ὀδύνην ἐργάζεται.
συμβαίνει τοιγαροῦν ἐν τῷδε δύο τινὰ γίνεσθαι,
συννεύειν μὲν εἰς τὸ βάθος τοῦ σώματος τὸ αἷμα, καὶ διὰ
τοῦτο καταψύχεσθαι τἀκτὸς αὐτοῦ· τὰ μόρια δὲ αὐτὰ τοῦ
σώματος, ἐν οἷς ἡ χολὴ, διὰ τῆς ἀποκριτικῆς τῶν ἀλλοτρίων
Work
Title: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 584-642
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_065.xml [119 Kb]