De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)
Kühn 1824
φάρμακα, καὶ τῶν ὑδάτων δὲ τὰ γῆθεν ἀνιόντα θερμὰ, καὶ
τούτων μάλιστα τὰ νιτρώδη τε καὶ θειώδη, καὶ ἀσφαλτώδη
τε ταῦτα ἐπαινοῦσι. χρῶνται δὲ καὶ θαλάττῃ, θερμαίνοντες
αὐτὴν, καὶ ἅλμῃ, εἰ θάλαττα μὴ παρείη. καὶ πίνειν διδόασι
τὰ θερμαίνοντα φάρμακα, καὶ μάλιστ’ αὐτῶν τὰ διὰ καστορίου
συγκείμενα· τοῦτο μέν γε καὶ ἔξωθεν ἐπιτιθέμενον,
οὐ μόνον πινόμενον, ἀγαθὸν φάρμακον, ὡς ἂν ἐκθερμαίνειν
τε ἅμα καὶ λεπτύνειν καὶ ξηραίνειν ἀκριβῶς δυνάμενον. παλμοῦ
μὲν δὴ παντὸς ἡ γένεσις ἐν τῷ ψυχρῷ, τρόμου δ’ οὐδὲ
μία πρόφασις, οὐδὲ τὸ ψυχρὸν αἴτιον· ἀλλ’ ἡ μὲν διάθεσις
ἀῤῥωστία τῆς κινούσης τὸ σῶμα δυνάμεως, τῆς δ’ εἰς τοῦτο
ἄγειν αἰτίας δυναμένης οὐχ ἓν εἶδος, ἀλλ’ ἤτοι τροφῆς ἀπορίᾳ,
καθάπερ ἐν χολέραις καὶ ῥεύμασι κοιλίας ἰσχυροῖς καὶ
σφοδραῖς αἱμοῤῥαγίαις καὶ τοῖς ἀποκαρτεροῦσιν, ἢ λυθέντος
τοῦ ζωτικοῦ τόνου, καθάπερ ἐν στομαχικαῖς καὶ καρδιακαῖς
ἐκλύσεσιν, ἢ βιαίας καὶ σφοδρᾶς ψύξεως καταλαμβανούσης
ἢ πλήθους αὐτὴν οἷον φορτίου βαρύνοντος, ἄῤῥωστος
εἰς τὰς κινήσεις γίνεται. ὅθεν οὐδὲ τῶν ἰαμάτων
Work
Title: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 584-642
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_065.xml [119 Kb]