Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

δυσδιάγνωστον οὐ ταύτῃ μόνον, ὅτι τὴν αἰτίαν εὑρεῖν ἢ τὴν ἀπ’ αὐτῆς περὶ τὸ σῶμα γινομένην διάθεσιν οὐκ εὐπετὲς, ἀλλ’ ἔτι τούτων πρότερον, ὅτι ἐν αὐτῇ δοκοῦσί μοι τῇ τῆς ἐννοίας ὑπογραφῇ σφάλλεσθαι. ῥῖγος γὰρ εἰ μὲν οὕτως ἁπλῶς κατάψυξιν εἴποις, ὥς τινες ἀπεφήναντο, κατάφωρον τὸ σφάλμα, πολλῶν μὲν ἰσχυρῶς καταψυχομένων, οὐ μὴν καὶ ῥιγούντων· ἀλλ’ οὐδ’ εἰ κατάψυξιν ἰσχυρὰν, οὐδὲ τοῦτ’ ἀληθές· οἱ γοῦν στομαχικῶς ἀλγοῦντες, ἢ καρδιακῶς, ἰσχυρῶς μέν εἰσι κατεψυγμένοι, ῥιγοῦσι δὲ οὔ. τὸ δὲ σὺν τρόμῳ λέγειν κατάψυξιν τὸ ῥῖγος, εἰς ὅπερ οἱ πολλοὶ τῶν ἰατρῶν ἀπηνέχθησαν, ἀφορμὴν ἔσχηκε τῆς ἀπάτης τὸν βρασμὸν καὶ τὸν κλόνον τὸν τοῖς σφοδροῖς ῥίγεσιν ἐζευγμένον. ἐξελέγχεται δ’ ἐναργῶς ἐκ τοῦ μήθ’ ἅπασι τοῖς ῥιγοῦσι συμβεβηκέναι, μόνοις δὲ τοῖς σφοδρῶς, μήθ’ οἷς συμβέβηκε, τρόμου τοῦ γινομένου πάθους ὄντος, ἀλλά τινος οἷον σεισμοῦ τε καὶ κλόνου. τρόμος μὲν γὰρ, ὡς ἀπεδείξαμεν, ἄνευ τοῦ προελέσθαι κινεῖν τὸ μέρος οὐ γίνεται, ὁ δὲ τοῖς σφοδροῖς ῥίγεσι συνεδρεύων κλόνος

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]