Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

παροξυσμοῦ τῷδε μέν τινι μετὰ ῥίγους, ἑτέρῳ δέ τινι μετὰ φρίκης, ἄλλῳ δὲ μετὰ καταψύξεως μόνης γεγονέναι, κᾀν τοῖς τῶν ἰατρῶν ἁπάντων συγγράμμασιν ἡ αὐτὴ χρῆσίς ἐστι τῶν ὀνομάτων. ὡς ὅταν μὴ μετὰ βρασμοῦ καὶ κλόνου καταψύχηταί τις, οὐ ῥιγοῖ οὗτος, ἀλλὰ δεῖ, εἴπερ μέλλει τὸ πάθος ῥῖγος καλεῖσθαι, τὴν ἀνώμαλόν τε καὶ ἀπροαίρετον αὐτῷ κίνησιν προσεῖναι. τὸ δ’ ἄνευ ταύτης, εἴγε μηδὲ τὴν ἐπιφάνειαν ἀνωμάλως κινεῖ, κατάψυξιν καλοῦσιν· εἰ δὲ ταύτην μὲν ταράττοι τε καὶ σείοι κατά τινας ἐμβολὰς, τὸ δὲ ὅλον σῶμα μὴ συγκινοῖ, φρίκην ὀνομάζουσιν, ὡς εἶναι τὴν φρίκην τοῦ δέρματος μόνου πάθος τοιοῦτον, οἷον τοῦ παντὸς σώματος τὸ ῥῖγος. ἐπὶ δέ γε τῶν ὑγιαινόντων ἑτέρως τὸ ῥιγοῦν λέγομεν, ἐκτείνοντες ἐπὶ πᾶσαν ὀδυνηρὰν κατάψυξιν. εἰ δὲ νοσήματος λόγῳ γίγνοιτο ῥῖγος, οὐκ ἀρκεῖ μόνον τοῦτο φάναι, προσθεῖναι δὲ χρὴ τὴν παντὸς τοῦ σώματος ταραχὴν, ὃ ἐπαγόμενοί τινες, μετὰ τρόμου κατάψυξιν εἶπον αὐτὸ, σαφῶς δὲ οὐχ ἡρμήνευσαν. οὐ γὰρ χρὴ τρόμον καλεῖν, ἀλλὰ

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]