De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)
Kühn 1824
ἐν τῷ προσήκοντι μέτρῳ θεωρούμενον. καὶ δὴ περὶ τοῦτο
ῥῖγός τε καὶ φρίκην φασὶν ἅπασάν τε γίνεσθαι κατάψυξιν.
Ἀσκληπιάδης γοῦν οὐ μόνον τὸ θερμὸν, ἀλλ’ οὐδ’ ἄλλην τινὰ
τιθεὶς ἔμφυτον δύναμιν, ἅπαντα πυρετὸν ἐπί τισιν ἐμφράξεσιν
ὄγκων ἐν πόροις ἀεὶ συνίστασθαι λέγων, ἐν μεγέθεσι πόρων
τὴν διαφορὰν τιθέμενος αὐτοῦ, οὕτω φιλοτεχνεῖ, δείκνυσί
τε, τίσι μὲν ἀνάγκη ῥῖγος ἐζεῦχθαι, τίσι δ’ οὔ. καὶ
ἔγωγ’ ἂν εἰ μὴ μακρότερόν τε τοῦ καιροῦ τὸν λόγον ἤλπιζον
ἔσεσθαι καὶ ἄλλως οὐ δίκαιον ἡγοῦμαι ὑπὲρ Ἀσκληπιάδου
μὲν ἐπισκέψασθαι μόνου, παρελθεῖν δὲ τὰ τῶν ἄλλων, ἢ πάλιν
ἁπάντων ἐπιχειρῶν μνημονεύειν, εἰς μακρὸν καὶ ἀπέραντον
ἐμπεσεῖν λόγου μῆκος, ἑξῆς ἂν ὑπὲρ ἁπασῶν τῶν δοξῶν
ἐπισκεψάμενος, ἀφ’ ὅτου γε πιθανὸν τὴν ἀφορμὴν ἔσχηκεν
ἑκάστη, καὶ τί μάλιστα τὸ ἀπατῆσαν, ὅπῃ τε σφάλλονται
δείξας, οὕτως ἂν ἐπὶ τὴν ἡμετέραν ἧκον δόξαν. ἀλλὰ τοῦτο
μὲν εἰς ἕτερον ἀναβεβλήσθω καιρόν. οὐδὲ γὰρ Ἀθήναιον
ἐπαινῶ περὶ μὲν Ἀσκληπιάδου καὶ Ἡρακλείδου τοῦ Ποντικοῦ
Work
Title: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 584-642
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_065.xml [119 Kb]