Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

ὂν τὸ ἔμφυτον θερμὸν, οὔτ’ εἴσω μόνον οὔτ’ ἔξω κινεῖται, διαδέχεται δ’ ἀεὶ τὴν ἑτέραν αὐτοῦ κίνησιν ἡ ἑτέρα. ταχὺ γὰρ ἂν ἡ μὲν ἔσω μονὴ κατέπαυσεν εἰς ἀκινησίαν, ἡ δὲ ἐκτὸς ἐσκέδασέ τε καὶ ταύτῃ διέφθειρεν αὐτό. μέτρια δὲ σβεννύμενον καὶ μέτρια ἀναπτόμενον, ὡς Ἡράκλειτος ἔλεγεν, ἀεικίνητον οὕτω μένει. ἀνάπτεται μὲν οὖν τῇ κάτω συννεύσει, τῆς τροφῆς ὀρεγόμενον· αἰρόμενον δὲ καὶ πάντῃ σκιδνάμενον σβέννυται. ἀλλὰ τὴν μὲν ἄνω τε καὶ ἔξω φορὰν καὶ ὡς ἄν τις εἴποι ἐξάπλωσιν ἀπὸ τῆς ἰδίας ἀρχῆς, διότι φύσει θερμόν ἐστι, κέκτηται· τὴν δ’ εἴσω τε καὶ κάτω, τουτέστιν ἐπὶ τὴν ἰδίαν ἀρχὴν ὁδὸν, ὅτι ψυχροῦ τι μετέχει· μικτὸν γὰρ ἐκ θερμοῦ καὶ ψυχροῦ γέγονε. κατὰ μὲν τὸν πρῶτον λόγον τοῦ θερμοῦ, τοῦτ’ ἔστι αὐτοκίνητον αὐτοῦ, καὶ τούτου μάλιστα δεῖται πρὸς τὰς ἐνεργείας· μεγάλην δ’ ὅμως αὐτῷ χρείαν καὶ τὸ ψυχρὸν παρέχει. πέφυκε γὰρ τὸ μὲν θερμὸν εἰς ὕψος αἴρεσθαι καὶ συμπροσάγειν αὐτῷ τὴν τροφήν· εἰ δὲ μὴ τὸ ψυχρὸν ἐμποδὼν ἐγένετο, καὶ ἐπὶ μήκιστον προῆκε. γίνεται δ’ ἐμποδὼν τὸ ψυχρὸν τῇ τοιαύτῃ τοῦ θερμοῦ κινήσει, ὡς μὴ

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]