De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)
Kühn 1824
αὐτοῦ τῶν παθημάτων ῥῖγος ἐργάζεται, ἢ πάντες ἂν οἱ ἀποθνήσκοντες
ἐῤῥίγουν. ὥστε τὸ διαφθείρεσθαι τὸ θερμὸν ἑνί
γε τρόπῳ κοινὸν ἅπασι τοῖς ἀποθνήσκουσιν· ἀλλ’ οὐ ῥιγοῦσιν,
οὐ γὰρ ἁπλῶς φημι χρῆναι ψύχεσθαι τὸ θερμὸν, ἀλλ’
ἀθρόως τε καὶ βιαίως, τουτέστιν ἐῤῥωμένον αὐτὸ μένον, οὔτε
τὴν οὐσίαν οὔτε τὸν τόνον βεβλαμμένον, ὑπό τινος τῶν ἔξω
αἰτίων ἀνιᾶσθαι. φλόγα δή μοι νόησον ἐκτὸς ποτὲ μὲν
ἀπορίᾳ τῆς ὕλης ὅθεν ἀνήπτετο διαφθειρομένην, ποτὲ δὲ
ἐν ἡλίῳ λαμπρῷ μαραινομένην, αὖθις δ’ ὑφ’ ὕδατος πολλοῦ
κατασβεννυμένην, ἤ πλήθει ξύλων ἐπ’ αὐτῆς σωρευθέντων
καταπνιγομένην. τέτταρες αὗται ἐπ’ αἰτίοις τέτταρσιν οὐ
τὸν αὐτὸν ἅπασαι τρόπον ἀδικοῦσαι τὴν φλόγα. τῆς μὲν
γὰρ ἐν ἡλίῳ μαραινομένης ὁ τόνος σκίδναται, βίᾳ τοῦ περιέχοντος
διαφορούμενος, ἰσχυροτέρα γὰρ ἡ τῶν ἡλιακῶν ἀκτίνων
ῥώμη καὶ διαρκεστέρα τοῦ πυρός· ὅταν δὲ ὕλης ἀποροῦσα
μηκέτι ἀνάπτηται, τῆς οὐσίας ἀπολλυμένης, διαφθείρεται.
τὸ μὲν γὰρ ἀναφθὲν ἀεὶ διαφορεῖται κατὰ τὴν ἔξω
κίνησιν· ἔσω δὲ νεύουσα τοῦ τραφῆναι χάριν, εἶτ’ ἀποροῦσα
Work
Title: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 584-642
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_065.xml [119 Kb]