Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

πολλάκις. ἐγὼ μὲν οὖν καὶ αὐτὸς ἄπειρός εἰμι τοῦ τῶν τεταρταίων ῥίγους, ἔμπειρος δὲ θατέρου, τετράκις μὲν ἐν νεότητι πυρέξας τριταῖον πυρετὸν, καῦσον δὲ ἅπαξ. ὥστε ἔχω μαρτυρεῖν τῇ λελεγμένῃ τοῦ ῥίγους ποιότητι κατὰ τοιαῦτα παθήματα. τὸ δὲ τῶν τεταρταίων οἱ πειραθέντες ἄχρι καὶ τῶν ὀστῶν φασι διήκειν, ὅταν ᾖ σφοδρὸν, ὅμοιον ὑπάρχον τοῖς ἐκ τοῦ περιέχοντος ἰσχυρῶς ψυχροῦ γιγνομένοις ῥίγεσιν. ἀλλὰ καὶ τοῦτ’ ἔχομεν προσθεῖναι τριταίοις τε καὶ καύσοις πυρετοῖς, οὐχ ὑπάρχον τοῖς τεταρταίοις. καὶ γὰρ διψῶσιν οἱ πλεῖστοι καὶ θερμασίας αἰσθάνονται κατὰ τὸ βάθος ἐν αὐτῷ τοῦ ῥίγους τῷ χρόνῳ, ὧν οὐδέτερον ὑπάρχει τοῖς ἐν τεταρταίῳ πυρετῷ ῥιγοῦσιν.

Ἐπεὶ δὲ καὶ περὶ ῥίγους αὐτάρκως εἴρηται, λείποιτ’ ἂν ἔτι καὶ περὶ σπασμοῦ διελθεῖν. ἔσται δὲ οὔτε μακρὸς οὔτε ἀσαφὴς ὁ λόγος, εἴ τις ὧν ἄχρι δεῦρο διῆλθον εἴη μεμνημένος. ἄρξομαι δὲ καὶ νῦν ἀπὸ τῆς ἀναμνήσεως ὧν ἐν τοῖς περὶ μυῶν κινήσεως ἔδειξα. πασῶν 

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]