Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

ἀμετροτέραις κράσεσι, κατὰ μὲν τὰς ὑγρὰς καὶ νοτίους διαβρεχόμεναι, κατὰ δὲ τὰς ξηράς τε καὶ βορείους ἰσχυρῶς ξηραινόμεναι. διὰ τοῦτο οὖν ἀνιᾶσιν αὐτὰς κατατιθέμενοι, καὶ μάλισθ’ ὅταν ᾖ τι περιέχον, ὁποῖον εἴρηται· ῥήγνυνται γὰρ ἑκατέρως τεινόμεναι. νόει δή μοι καὶ τὰ νεῦρα καὶ τοὺς τένοντας ἐν τοῖς τῶν ζώων σώμασιν ἤτοι διατεινομένους ὑπὸ περιττῆς ὑγρότητος, ἢ ξηραινομένους ὑπὸ τῶν ξηραινόντων αἰτίων, εἰς τοσαύτην ἄγεσθαι τάσιν, ἐν ᾗ τοῖς ὑγιαίνουσιν ἡ καθ’ ὁρμὴν ἐγίνετο κίνησις· ἐννόει δὲ καὶ ὡς ἐνδέχεταί τι τῶν ἐν τῷ σώματι μορίων ἢ διὰ φλεγμονὴν ἢ δι’ ἄλλην τινὰ αἰτίαν ἰσχυρῶς παθὸν, ἑαυτῷ συνεπισπᾶσθαι τὰ συνεχῆ νεῦρα. νοήσας γὰρ ταύτας πάσας τὰς διαθέσεις, εὑρήσεις ἐφ’ αἷς γίνεται σπασμός. αἱ γὰρ φλεγμοναὶ τῶν νευρωδῶν μορίων, καὶ μάλισθ’ ὅταν ἐπὶ τῆς ἀρχῆς τῶν νεύρων ἢ καὶ πλησίον αὐτῆς γεννῶνται, τείνουσιν ἐπισπώμεναι τὰ συνεχῆ νεῦρα, καθάπερ ἐκτὸς οἱ τεχνῖται τὰς χορδάς· εἰ δὲ ὑπὸ πλήθους χυμῶν διαφραχθέντα τὰ νευρώδη σώματα τείνοιτο,

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]