De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)
Kühn 1824
παραπλήσιον ἐν τῷδε τὸ πάθημα γίνεται ταῖς διὰ τὴν
ὑγρότητα τοῦ περιέχοντος ἐντεινομέναις σφοδρότερον χορδαῖς.
ἔμπαλιν δὲ ἐπὶ τοῖς κακοήθεσι καύσοις καὶ ταῖς
ἰσχυραῖς φρενίτισι φαίνεται γινόμενον· ὡς γὰρ οἱ πλησιάζοντες
ἱμάντες πυρὶ ξηραινόμενοι συσπῶνται καὶ τείνονται,
τὸν αὐτὸν τρόπον οἱ σπασμοὶ γίνονται δι’ ὑπερβάλλουσαν
ξηρότητα νοσημάτων, ἰσχυρῶς ξηραίνουσαν τὸ νευρῶδες
γένος. ἐπὶ μὲν οὖν τοῖς καύσοις διὰ μόνην τὴν
ξηρότητα τοῦτο συμβαίνει· ταῖς δὲ φρενίτισι καὶ διὰ τὴν
φλεγμονὴν τῆς ἀρχῆς τῶν νεύρων ἕπεται τὸ σύμπτωμα.
γινώσκεις δὲ ἤδη, ὡς πᾶσιν ὡμολόγηται τοῦ πάθους τούτου
τὸ μὲν ἐμπροσθότονος εἶναί τε καὶ καλεῖσθαι, τὸ δὲ
ὀπισθότονος, τὸ δὲ τέτανος· ὅταν μὲν εἰς τὸ πρόσω τείνηται
τὰ μόρια τοῦ σώματος, ἐμπροσθότονος· ὅταν δὲ
εἰς τοὐπίσω, ὀπισθότονος· τέτανος δὲ ἰσοσθενὴς ἐφ’ ἑκάτερα.
τοὺς μὲν ἐπὶ ξηρότητι σπασμοὺς οὐκ ἂν ἰάσαιο, φθάνουσι
γὰρ οἱ οὕτω παθόντες ἀπόλλυσθαι, μηδὲ ἐπινοῆσαι πρὸς
αὐτοὺς ἴαμα συγχωροῦντες· ὅσοι δὲ διὰ πλῆθος ἢ φλεγμονὴν
Work
Title: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 584-642
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_065.xml [119 Kb]