
De Comate Secundum Hippocratem (On Coma According to Hippocrates)
Kühn 1824
σμικρὰ ἐπεθερμαίνοντο, κατέσβη πᾶσιν ἀσινέως, οὐδ’ ἐξεπύησεν
οὐδενὶ, ὥσπερ τὰ ἐξ ἄλλων προφάσεων. ὄντως γὰρ
παράλογον, μηδὲν ἐκπυῆσαι, καὶ οὐκ εἰθισμένα πάντως.
εἶτ’ ἐπιφέρει, ἦν δ’ ὁ τρόπος αὐτέων, χαῦνα, μεγάλα, κεχυμένα,
οὐ μετὰ φλεγμονῆς· παράλογον γὰρ χωρὶς φλεγμονῆς
ἅπασι γενέσθαι τὰς περὶ τὰ ὦτα ἀποστάσεις. ὥστε φέρειν
πάλιν κᾀνταῦθα τὸ κῶμα φαίνεται ἐπὶ καταφορᾶς τῆς
ὑπνώδους, ὅταν λέγῃ· ἦν δὲ τὸ κῶμα συνεχὲς, οὐχ ὑπνῶδες·
ὡς γὰρ ὑπνῶδες εἶναι δέον αὐτὸ, καὶ ὡς τοιοῦτο ἀεὶ γιγνόμενον,
εἶτα νῦν παραλόγως οὐ γιγνόμενον, ἐπισημαίνεται. τὸ
δ’, ὅταν ἐν τῷ αὐτῷ βιβλίῳ τῷ τρίτῳ τῶν ἐπιδημιῶν ἐπὶ τοῦ
Πυθίωνος εἴπῃ, ἐννάτῃ κωματώδης, ἀσώδης, ὅτε διεγείροιτο·
σαφῶς γὰρ κᾀνταῦθα τὸ κῶμα καταφοράν τινα δηλοῦν ἔοικεν.
ἀλλ’ οὐχ οἷόν τέ φασιν ἅμα καταφέρεσθαι καὶ ἀγρυπνεῖν.
ταῦτα γὰρ οἱ θαυμαστοὶ λέγουσιν ἐξηγηταὶ, μὴ γιγνώσκοντες,
ὅτι δύο εἰσὶν εἴδη καταφορᾶς, ὡς οἵ τε δοκιμώτατοι
τῶν ἰατρῶν γεγράφασι καὶ αὐτὰ τὰ γιγνόμενα μαρτυρεῖ.
Work
Title: De Comate Secundum Hippocratem
English: On Coma According to Hippocrates
Original: Περὶ τοῦ παρ’ Ἱπποκράτει κώματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 643-665
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_066.xml [46 Kb]