Digital Corpus for Graeco-Arabic Studies

Galen: De Comate Secundum Hippocratem (On Coma According to Hippocrates)

Kühn 1824

τι, μήτ’ ἄγνοιαν μηδεμίαν ὑποστέλλεσθαι. ταῦθ’ ὡς μὲν οὐκ ἔχει πιθανῶς, οὐδεὶς ἀντείποι· οὐδὲ μὴν ἱκανῶς ἐμοὶ γοῦν, οὐδὲ μετ’ ἀποδείξεως εἰρῆσθαι δοκεῖ. ἐχρῆν γὰρ ἐξ Ἱπποκράτους αὐτοῦ τὴν ἐξήγησιν ποιεῖσθαι τῆς λέξεως, ἵνα μὴ μόνον ὅτι πιθανῶς εἴρηται λέγειν ἔχωμεν, ἀλλ’ ὅτι καὶ κατὰ τὴν ἐκείνου γνώμην. οὐ γὰρ ἡγοῦμαι τοῦτο χρῆναι σκοπεῖσθαι μόνον τὸν ἀγαθὸν ἐξηγητὴν, εἰ πιθανῶς ἢ ἀληθῶς εἴρηκεν, ἀλλ’ εἰ καὶ τῆς γνώμης ἔχεται τοῦ συγγραφέως, ὅπερ οὐκ ἐν τῷ πρόσθεν λόγῳ· καίτοι γε μέρος τι τῆς περὶ τοὔνομα γνώμης τοῦ παλαιοῦ δέδεικται διὰ τῶν ῥήσεων, ἐν αἷς ἀγρυπνίαν τὸ κῶμα γνοὺς ἐφαίνετο. καί τις ἴσως ἔχειν ἤδη τὸ πᾶν δόξειεν ἂν, ἀλλ’ ἂν βραχὺ περιμείνας ἀκούσῃ ἐκ τοῦ αὐτοῦ βιβλίου τοῦ τρίτου τῶν ἐπιδημιῶν ῥήσεων ἑτέρων, οὐχ ὅπως τὸ πᾶν, ἀλλ’ οὐδὲ τὸ ἥμισυ τοῦ παντὸς ἑαυτὸν εὑρήσει γιγνώσκοντα.

Σκόπει οὖν, ἐπί τινος ἀῤῥώστου γυναικὸς ἃ λέγει. ἑτέρην ἐξ ἀποφθορῆς περὶ πεντάμηνον, οἰκέτεω γυναῖκα, πῦρ ἔλαβεν, ἀρχομένη δὲ κωματώδης, καὶ πάλιν

Work

Title: Galen: De Comate Secundum Hippocratem
English: On Coma According to Hippocrates
Original: Περὶ τοῦ παρ’ Ἱπποκράτει κώματος

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 643-665

Publisher: Cnobloch, Leipzig

Download