Digital Corpus for Graeco-Arabic Studies

Galen: De Comate Secundum Hippocratem (On Coma According to Hippocrates)

Kühn 1824

πυρετὸς ὀξὺς, διαχωρήματα χολώδεα, λεπτὰ, πολλὰ, οὔροισιν ἐναιώρημα, παρέκρουσεν. ἑπτακαιδεκάτῃ ἐπιπόνως. οὔτε γὰρ ὕπνοι, ὅ τε πυρετὸς ἐπέτεινεν. εἰκοστῇ ἵδρωσεν δι’ ὅλου, ἄπυρος, διαχωρήματα χολώδεα, ἀπόσιτος, κωματώδης. εἰκοστῇ τετάρτῃ ὑπέστρεψεν. τριακοστῇ τετάρτῃ ἄπυρος, κοιλίη οὐ ξυνίστατο, καὶ πάλιν ἀνεθερμάνθη. τεσσαρακοστῇ ἄπυρος, κοιλίη ξυνέστη χρόνον οὐ πολὺν, ἀπόσιτος, σμικρὰ πάλιν ἐπύρεξε. πάλιν· εἰ γάρτοι διαλείποι καὶ διακουφίσαιεν, πάλιν ταχὺ ὑπέστρεφεν. ἐναντίον γὰρ τῷ διακουφίσαι τὸ ὑποστρέψαι. καὶ τὰ κατὰ κοιλίην, φησὶ, συνιστάμενα, καὶ πάλιν διαλυόμενα. τὸ γὰρ συνίστασθαι τῷ διαλύεσθαι ἐναντίον. ἑξῆς δ’ ἑτέραν ἄῤῥωστον ἐκτιθέμενος, ὀγδόῃ, φησὶ, πολλὰ παρέκρουσε καὶ τὰς ἐχομένας, καὶ ταχὺ πάλιν κατενόει. καὶ πάλιν ἑξῆς· εἰκοστῇ μικρὰ περιέψυξε, καὶ ταχὺ πάλιν ἀνεθερμάνθη. καὶ αὖθις· ἑβδόμῃ καὶ εἰκοστῇ ἄπυρος, κοιλία ξυνέστη. οὐ πολλῷ δὲ χρόνῳ ὕστερον ἰσχίου δεξιοῦ ὀδύνη ἰσχυρὴ χρόνον πολὺν, πυρετοὶ

Work

Title: Galen: De Comate Secundum Hippocratem
English: On Coma According to Hippocrates
Original: Περὶ τοῦ παρ’ Ἱπποκράτει κώματος

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 643-665

Publisher: Cnobloch, Leipzig

Download