Digital Corpus for Graeco-Arabic Studies

Galen: De Comate Secundum Hippocratem (On Coma According to Hippocrates)

Kühn 1824

δὲ πάλιν παρείποντο. εἶτ’ ἐφεξῆς· καὶ τὰς ἑπομένας ἄφωνος, καὶ πάλιν κατενόει καὶ διελέγετο. ἀλλὰ τί δεῖ μακρολογεῖν ἁπάντων μνημονεύοντα μυρίων μυριάκις ὄντων; οὕτω πολλὰ παρ’ αὐτοῦ τοῦ τοιούτου εἴδους τῆς ἑρμηνείας. ὡς ὅταν λέγῃ, κωματώδης καὶ πάλιν ἄγρυπνος, ἐναργῶς ἀντιτίθησι τῇ ἀγρυπνίᾳ τὸ κῶμα. καὶ μὴν ἀγρυπνίᾳ καταφορὰν εἰς ὕπνον ἔχεις ἀντιτιθέναι, καὶ οὐδὲν ἄλλο τοίνυν θάτερον ἀναφαίνεται πάλιν ἐκ τοῦ κώματος σημαινόμενον. τί δ’ ὅταν λέγῃ, κατεῖχε δ’ ἢ τὸ κῶμα συνεχὲς οὐχ ὑπνῶδες, ἢ μετὰ πόνων ἄγρυπνοι. καὶ γὰρ ἂν καὶ τὸ τοιοῦτο εἶδος τῆς ἑρμηνείας ἴδιον Ἱπποκράτει, ἐπισημαίνεσθαι τὰ συνέπεσθαι μὲν εἰωθότα, νῦν δ’ οὐχ ἑπόμενα παρὰ λόγον. οἷον ὅταν εἴπῃ, οἱ μὲν οὖν καῦσοι ἐλαχίστοισί τε ἐγένοντο, καὶ ἥκιστα τῶν καμνόντων οὗτοι ἐπόνησαν. οὔτε γὰρ αἱμοῤῥαγίη, εἰ μὲ πάνυ τι σμικρὰ καὶ ὀλίγοισιν, οὔτε παράληροι. καὶ μετὰ ὀλίγα· οὐδ’ ἀποθανόντα οὐδένα οἶδα τότε καύσῳ, οὐδὲ φρενιτικὰ τότε γενόμενα. δι’ ἅ λάβρον ἐκ ῥινῶν αἱμοῤῥαγεῖν, ἅπτεσθαι τῆς διανοίας, ὀξεῖς σχεῖν κινδύνους, μηδὲν ἀπαντῆσαν

Work

Title: Galen: De Comate Secundum Hippocratem
English: On Coma According to Hippocrates
Original: Περὶ τοῦ παρ’ Ἱπποκράτει κώματος

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 643-665

Publisher: Cnobloch, Leipzig

Download