Digital Corpus for Graeco-Arabic Studies

Galen: De Comate Secundum Hippocratem (On Coma According to Hippocrates)

Kühn 1824

τηνικαῦτα, ὁμοίως ἐπισημαίνεται. καὶ τὸ ἐπιφερόμενον δ’, οὐδὲ φρενιτικὰ οἶδα τότε γενόμενα, κατὰ τὸν αὐτὸν εἴρηται λόγον. ἐπὶ γὰρ ταῖς αὐταῖς καταστάσεσι καὶ τοῖς αὐτοῖς αἰτίοις οἵ τε καῦσοι καὶ φρενίτιδες, ἀμέλει κατὰ τὴν ὥραν πλεονάζουσι τὴν θερινὴν, καὶ ἐν χωρίοις θερμοτέροις, καὶ ἐν ἡλικίᾳ τῇ τῶν ἀκμαζόντων, καὶ ἐν φύσεσι θερμοτέραις, καὶ διαιτήμασιν ὡσαύτως, καὶ ἐπιτηδεύμασιν. καὶ τὰ φρενιτικὰ πλεονάζειν ἀξιοῦν ἦν, ὡς παράλογον ἐπισημήνασθαι τὸ ἀπαντῆσαν, φρενίτιδες μὲν οὐδ’ ὅλως ἐγένοντο, καῦσοι δὲ πολλοί. κατὰ τὴν αὐτὴν γνώμην εἴρηται καὶ ταῦτ’· ἦν δ’ ἡ κατάστασις τῶν γενομένων καύσων. ἀρχόμενοι κωματώδεες, ἀσώδεες, φρικώδεες, πυρετὸς οὐκ ὀξὺς, οὐδὲ διψώδεες λίην, οὐδὲ παράληροι. καὶ μετ’ ὀλίγον· οὔτε γὰρ ᾑμοῤῥάγει καλῶς, οὔτε τις ἄλλη τῶν εἰθισμένων ἀπόστασις ἐγένετο κρίσιμος. ἐκεῖνα δὲ πῶς εἴρηται; ἐπάρματα δὲ παρὰ τὰ ὦτα πολλοῖσιν ἑτερόῤῥοπα ἦν, καὶ ἐξ ἀμφοτέρων τοῖσι πλείστοισιν, ἀπύροισιν ὀρθοστάδην, ἔστι δ’ οἷς καὶ

Work

Title: Galen: De Comate Secundum Hippocratem
English: On Coma According to Hippocrates
Original: Περὶ τοῦ παρ’ Ἱπποκράτει κώματος

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 643-665

Publisher: Cnobloch, Leipzig

Download