Digital Corpus for Graeco-Arabic Studies

Galen: De Comate Secundum Hippocratem (On Coma According to Hippocrates)

Kühn 1824

φράζουσί τι καὶ πανούργως, δυσαίσθητοι δ’ εἰσὶν, οὕτε πρὸς τῶν ἐπιβοώντων καὶ νυττόντων ἐγείρονται ῥᾳδίως. κῶμα δὲ τὸ μὲν φρενιτικὸν καὶ ἄγρυπνον ἔξω ταύτης ἐστὶ τῆς δυσαισθησίας καὶ δυσκινησίας· καὶ γὰρ ἀνίστανται ῥᾳδίως ἀκούσαντες τῆς φωνῆς καὶ ἤχου παντὸς, κᾂν μέρους τινὸς ἅψῃ τοῦ σώματος, εὐθὺς ἐξαίρουσι τοὺς ὀφθαλμοὺς, καὶ πρὸς τὸν ἁπτόμενον ἀποβλέπουσι. κατ’ αὐτὴν δὲ τὴν καταφόρησιν ἢ χεῖρα κινοῦσιν, ἢ σκέλος, ἢ σύμπαν τὸ σῶμα ῥίπτουσιν ἀλόγως, ἐξαίφνης τε καὶ παραφρονητικῶς ἐξάλλονται σπασμοῦ δίκην, καὶ ταῦτα πάντα ποιοῦσι μετὰ τοῦ καὶ λέγειν τινὰ οὐ προσηκόντως, ὧν οὐδὲν οἱ μετὰ καταφορᾶς ληθαργικοὶ πράττουσιν, ἀκίνητοι γὰρ ἀεὶ καὶ ἄφωνοι κεῖνται τοῖς βαθέως κοιμωμένοις ὁμοιωθέντες. τῶν δὲ μὴ ὑπνωδῶς καταφερομένων οἱ μὲν οὕτω ῥᾳδίως καὶ ἐπὶ πολὺ εὐκίνητοί εἰσιν, ὥστε μὴ διαλείπειν βοῶντες μέγα, καὶ κινεῖν τι μόριον σφοδρῶς, ἂν δ’ ἐξεγείρῃς αὐτοὺς ἢ προσλαλῇς, προσβλέπουσιν ἀπρεπῶς καὶ μᾶλλον ἐξίστανται, καὶ κακὸν πράττειν ἐπιχειροῦσι, καὶ πάντως ἀκούειν προθυμότατοί εἰσιν οὐδὲν ἀπολειπόμενοι τῶν

Work

Title: Galen: De Comate Secundum Hippocratem
English: On Coma According to Hippocrates
Original: Περὶ τοῦ παρ’ Ἱπποκράτει κώματος

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 643-665

Publisher: Cnobloch, Leipzig

Download