Digital Corpus for Graeco-Arabic Studies

Galen: De Comate Secundum Hippocratem (On Coma According to Hippocrates)

Kühn 1824

ἄκρως παραφρονούντων· οἱ δ’ ἔμπαλιν ἀνιστάμενοι κατανοοῦσι μᾶλλον, καὶ οὐ πολὺ κινοῦνται, καὶ τότε μᾶλλον παραφρονοῦσιν, ὅταν ἐπιτρέψῃς αὐτοὺς τῷ κώματι. καὶ κατὰ τοῦτο μάλιστά ἐστιν αὐτοὺς διορίζειν τῶν ληθαργικῶν καταφορῶν. αὕτη μὲν οὖν ἐστιν ἡ πρὸς Ἱπποκράτους λεγομένη νωθρὰ καταφορά. ἐπεὶ δὲ σαφῶς ἐμάθομεν, ὡς οὐ μόνον τὸ καταφέρεσθαι τῶν φρενιτικῶν τισι συμβαίνει, ἀλλὰ καὶ τὸ νωθρῶς, (περὶ τούτου μάλιστ’ ἄν τις ἀπορήσειεν) ἐπὶ τὴν λοιπὴν μεταβῶμεν ἀμφισβήτησιν, ἧς εἰ μέν τινα εὑρήσωμεν λύσιν, ἕξομεν ἤδη τὸ πᾶν. ἔστι δὲ ἡ ἀμφισβήτησις ἥδε. μεμνημένος Ἱπποκράτης ἐν τῷ προῤῥητικῷ τῶν κωματωδῶν ἀγρύπνων, ἀπορεῖ πότερον φρενιτικοὺς αὐτοὺς, ἤ τι ἕτερον ὀνομάσει. ἔχει δὲ ἐφεξῆς οὕτως. οἱ κωματώδεες ἐν ἀρχῇσι γινόμενοι, μετὰ κεφαλῆς, ὀσφύος, ὑποχονδρίου, τραχήλου ὀδύνης, ἀγρυπνέοντες, ἆρά γε φρενιτικοί εἰσι; γράφεται δὲ διχῶς ἥδε ἡ ῥῆσις, ἐπί τισι μὲν ἀντιγράφοις οὕτως, ἐπί τισι δὲ ἄνευ τοῦ εἰσίν, ἆρά γε φρενιτικοί; ἀλλὰ νῦν μὲν τὸ πρῶτον

Work

Title: Galen: De Comate Secundum Hippocratem
English: On Coma According to Hippocrates
Original: Περὶ τοῦ παρ’ Ἱπποκράτει κώματος

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 643-665

Publisher: Cnobloch, Leipzig

Download