
De Marcore (On Marasmus)
Kühn 1824
καὶ προσφύει καὶ ὁμοιοῖ, καὶ συλλήβδην εἰπεῖν ἅπαντα
τἀναντία ταῖς φλοξὶν ἀπεργάζεται περὶ τὴν σύμφυτον ὕλην
ἑαυτῇ. τίς γὰρ φλὸξ αὐξάνει ὕλην, ᾗπερ ἐνεδέθη; τίς δ’
ἐκείνῃ τὴν τροφὴν ἐξομοιοῖ μᾶλλόν περ ἢ τὴν ὕλην ἑαυτῇ;
τίς δὲ τοσαύτας μηχανὰς ἕνεκα τοῦ διασώζεσθαι ὕλην ἐξευρίσκει,
τὰ μὲν ἀμφιεννῦσα καὶ ἀποστέγουσα τῶν μορίων, ὡς
μηδὲν αὐτοῖς ἔξωθεν πλεονάζειν, τὰ δὲ διατρυπῶσα καὶ ἀνευρύνουσα
καὶ ὀχετοὺς ἐντιθεῖσα, τοὺς μὲν ὥσθ’ ἕλκειν δι’ αὐτῶν
τὴν τροφὴν, τοὺς δ’ εἰς ἀνάψυξίν τε καὶ ἀναπνοὴν, ἐξοχετεύουσά
τε τὰ περιττώματα, δι’ ἄλλων μὲν τὰ παχέα, δι’
ἄλλων δὲ τὰ λεπτά; λάθοιμ’ ἂν ἐνταῦθα μεταφέρων ἅπασαν
τὴν περὶ χρείας μορίων πραγματείαν, εἰ τὰ τῆς φύσεως
ἔργα πάνθ’ ἑξῆς καταλέγοιμι. καὶ μὴν ταὐτὸν εἶναί φασιν
ἔμφυτον θερμὸν καὶ φύσιν οἱ τῆς εἰρημένης δόξης ἡγεμόνες.
οὔκουν ὀρθῶς ὁμοιοῦσι καὶ παραβάλλουσιν αὐτὸ ταῖς
φλοξὶ καὶ φθείρειν οἴονται τὰ σώματα τοῦτο. Ἱπποκράτης
εἶπε, καὶ ἀποκτείνει τοίνυν ἡμᾶς τὸ θερμὸν, ὅπερ ἔφυσε
τὰ σώματα. πρῶτον μὲν δὴ φήσομεν, ὦ βέλτιστοι,
Work
Title: De Marcore
English: On Marasmus
Original: Περὶ μαρασμοῦ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 666-704
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_067.xml [77 Kb]