De Marcore (On Marasmus)
Kühn 1824
σιτίων· ὁ δὲ μετὰ ψύξεως, ἐπί τε τῶν γηρασκόντων
καὶ ὅσοι διά τι πάθος εἰς ὁμοίαν γήρᾳ διάθεσιν ἐμπίπτουσι·
ὁ δὲ μετὰ θερμότητος, ἔν τισι τῶν ἑκτικῶν πυρετῶν. ἐπὶ
μὲν δὴ τῶν φυτῶν ὅλον τὸ σῶμα καὶ μόριον ὁτιοῦν αὐτῶν
μαραίνεσθαι λέγομεν ἐπὶ ταῖς διὰ ξηρότητος φθοραῖς· οὐ
μὴν ἐπί γε τῶν ζώων, ἀλλὰ τὸ μὲν ὅλον σῶμα μαραίνεσθαί
φαμεν, οὐκέτι δὲ σύνηθές ἐστι καθ’ ἑκάστου μορίου
φέρειν τοὔνομα, καὶ νῦν ἡμῖν ὁ λόγος ἐστὶν οὐ περὶ
τῶν ξηραινομένων διά τι σύμπτωμα μορίων, ἀλλ’ ὅταν
ὅλον οὕτω καταστῇ τὸ σῶμα. δῆλον τοίνυν ἐστὶν ἤδη
τό γε τοσοῦτον, ὡς εἴπερ ὅλου τοῦ σώματός ἐστι πάθος ὁ
μαρασμὸς, οὐκ ἄνευ τῆς ἀρχῆς τοῦ ζώου παθόντος γίνεται.
οὐ μὴν οὐδ’ ἄλλο μέν τι πάθος ἐν ὅλῳ τῷ ζώῳ γίνεσθαι
δυνατόν ἐστιν, ἄλλο δέ τι κατειληφέναι τὴν ἀρχὴν, ὥστ’
ἀνάγκη τὸ σῶμα τῆς καρδίας ξηραίνεσθαι τοῖς μαραινομένοις.
εἰ τοίνυν εὕροιμεν ἁπάσας τὰς αἰτίας, ὑφ’ ὧν
ξηραίνεσθαι συμβαίνει τὴν καρδίαν, εἰσόμεθα πότερον
Work
Title: De Marcore
English: On Marasmus
Original: Περὶ μαρασμοῦ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 666-704
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_067.xml [77 Kb]