Digital Corpus for Graeco-Arabic Studies

Galen: De Marcore (On Marasmus)

Kühn 1824

σώμασιν ἐκδαπανᾶσθαι συμβαίνει, καθ’ ὅλον μὲν τὸ σῶμα φανερῶς πολλάκις, ἐγχωρεῖ δέ ποτε καὶ κατὰ τὴν καρδίαν καὶ τὸ ἧπαρ. ὅτι δὲ τούτων τῶν σπλάγχνων τὸ μὲν ἀρτηριῶν τε καὶ σφυγμῶν ἐστιν ἀρχὴ, τὸ δὲ φλεβῶν τε καὶ τοῦ τρέφεσθαι, δι’ ἄλλης ἐπιδέδεικται πραγματείας, ἐν ᾗ περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος ἐπεσκοπούμεθα δογμάτων. ταῦτα οὖν τὰ σπλάγχνα, πρὶν ἰσχυρὰν ἔνδειαν αἵματος γενέσθαι καθ’ ὅλον τὸ ζῶον, οὐκ ἀπορεῖ συμμέτρου τροφῆς, τὸ μὲν ἧπαρ, ὅτι πᾶν τὸ αἷμα τὴν ἀρχὴν ἐντεῦθεν ἔχει· ἡ καρδία δὲ, διὰ τὸ τῆς ὁλκῆς ἰσχυρόν. ἕλκει μὲν ἅπαντα τὰ μόρια τοῦ ζώου τὴν οἰκείαν τροφὴν ἐφ’ ἑαυτὰ, τῇ δὲ ἴσῃ ῥώμῃ τῆς ὁλκῆς οὐ κέχρηται πάντα· διὰ τοῦτ’ οὖν οὐδ’ ὁμοίως ἀτροφεῖ κατὰ τὰς ἐνδείας τοῦ αἵματος, ἀλλ’ ἥ τε καρδία σφοδροτάτην ἔχουσα τὴν κατὰ τὸ ἕλκειν ἐνέργειαν, οὐκ ἄν ποτε ἀπορήσειεν τροφῆς, πρὶν εἰς ἐσχάτην ἔνδειαν ἀφικέσθαι πάντα τοῦ ζώου τὰ μόρια. μὴ τοίνυν ὑπολαμβάνωμεν, ἐπειδὰν ἰσχνὸν γένηται τὸ σῶμα χρονίως ἀῤῥωστῆσαν, ἀναλόγως τοῖς ἄλλοις ἅπασι μέρεσι τὴν καρδίαν καὶ τὸ ἧπαρ ὑπάρχειν ἰσχνά.

Work

Title: Galen: De Marcore
English: On Marasmus
Original: Περὶ μαρασμοῦ

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 666-704

Publisher: Cnobloch, Leipzig

Download