De Marcore (On Marasmus)
Kühn 1824
θεάσασθαι δ’ ἔστι σοι τοῦτο βουληθέντι κᾀπὶ τῶν ἄλλων
ζώων. ὅ τι γὰρ ἂν ἐθελήσαις ἐπιπλεῖστον λιμαγχονήσας ἀνατέμνειν,
ἰσχνὰ μὲν αὐτοῦ καὶ ξηρὰ τἄλλα σύμπανθ’ εὑρήσεις
μόρια, τὸ δ’ ἧπαρ ἅμα τῇ καρδία πλησίον τοῦ κατὰ φύσιν.
ἀποθνήσκουσι γὰρ (ἐπὶ ταῖς ἀσιτίαις) οὐ τοσοῦτον ἐνδείᾳ
τῆς τῶν στερεῶν σωμάτων τροφῆς, ὅσον τοῦ πνεύματος οἱ
σφαττόμενοι, καὶ διὰ τοῦτο γοῦν ἅπαντα τὰ μόρια μαλακά
τέ ἐστι καὶ ὑγρὰ τοῖς τῶν ζώντων ὁμοίως, ἐπειδὴ τὸ περιεχόμενον
ἐν αὐτοῖς ὑγρὸν, ὑφ’ οὗ πρώτως τρέφεται, σώζεται
σύμπαν· οἱ δ’ ὑπὸ λιμοῦ διαφθαρέντες ἥκουσι μὲν
ἐγγὺς τοῦ ὄντως μαρασμοῦ, καὶ διὰ τοῦτο μεμαράνθαι φήσομεν
αὐτοὺς, ὅταν γε τῆς ἀκριβολογίας μηδέπω καιρὸς ᾖ,
κατ’ ἀλήθειαν δ’ οὐκ ἐμαράνθησαν, ἢ οὐ πάντα γε τὰ μόρια
τοῦ σώματος· ὁ δ’ ὄντως μαρασμὸς ὁμοίως μαραίνει
πάντα, διότι καὶ τὰς ἀρχάς. ἔστι δ’ οὗτος ἐν μὲν ταῖς
ἡλικίαις τὸ γῆρας, ἐν δὲ τοῖς παρὰ φύσιν ὁ μαρασμώδης
πυρετός. ἑτέρα δέ τις ἀνάλογος γήρᾳ διάθεσις, ἣν οὐδὲν
Work
Title: De Marcore
English: On Marasmus
Original: Περὶ μαρασμοῦ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 666-704
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_067.xml [77 Kb]