De Marcore (On Marasmus)
Kühn 1824
γὰρ χρὴ τούτου διαπαντὸς, ἀλλ’ ἔτι γινόμενος, ἐκδαπανωμένης
τῆς συμφύτου τοῖς στερεοῖς μορίοις ὑγρότητος.
οὗτοι μὲν οἱ σκοποὶ τῆς ἰάσεως. ὅπως δ’ ἄν τις εὕροι
τὰς ὕλας τῶν βοηθημάτων, ἔτι τε σὺν· αὐτοῖς τὸν τρόπον
τῆς χρήσεως, ἐφεξῆς ἂν εἴη σκεπτέον. ἄμεινον μὲν οὖν γεγράφθαι
τῷ Φιλίππῳ, μὴ μόνον ὅσα γέγραπται κατὰ τὸ
πρῶτον περὶ μαρασμοῦ βιβλίον ὑπέρ τε γενέσεως τοῦ πάθους
καὶ τῆς κατ’ αὐτὸ διαφορᾶς διαγνώσεώς τε καὶ μεταπτώσεως,
ἀλλὰ καὶ περὶ τῆς θεραπείας τι. νυνὶ δὲ ταύτην μὲν, ὡς ἔοικεν,
οὐκ ἔφθασεν γράφειν. ζητήσας γοῦν ἐγὼ πάνυ πολλοῖς
ἔτεσι τὸ περὶ μαρασμοῦ δεύτερον, οὔτ’ αὐτὸς εὗρον οὔτ’
ἄλλῳ συνέτυχον ἀνεγνωκέναι ποτὲ φάσκοντι. κατὰ δὲ τὸ
πρῶτον βιβλίον, ὅ τινες οὐδὲ πρῶτον ἐπιγράφουσιν, ἀλλ’
ἁπλῶς περὶ μαρασμοῦ, διὰ τὸ μὴ φαίνεσθαι τὸ δεύτερον,
ἐπεμνήσθη βαλανείου χρήσεως. οὐ μὴν ἀποδέχεται τοὺς χρωμένους
ὡς βοηθήματι, βλάπτεσθαι νομίζων ὑπ’ αὐτοῦ τοὺς
μαραινομένους· ἅτε δ’ ἐν παρέργῳ μνημονεύσας, οὔτ’
ἐπεξῆλθεν οὔθ’, ὡς εἴωθεν, ἀκριβῶς ἐσκέψατο περὶ τοῦ
Work
Title: De Marcore
English: On Marasmus
Original: Περὶ μαρασμοῦ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 666-704
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_067.xml [77 Kb]