Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tumoribus Praeter Naturam (On Abnormal Swellings)

Kühn 1824

ἐξ ἀρχῆς κατάστασιν οὔτ’ εὐθὺς οὔτ’ ἐξ ἅπαντος ἐπανέρχεται. ὅτι δ’ οὐ περιέχεται πνεῦμα, δῆλον ἐκ τῆς τομῆς. φαίνεται γὰρ εἰ τμηθείη τὸ φλεγμαῖνον, αἷμα μὲν ἐκχεόμενον πάμπολυ καὶ τὸ χωρίον ὅλον ἐναργῶς αἵματος μεστὸν, ὥσπερ οἱ διάβροχοι σπόγχοι, πνεῦμα δὲ οὔτ’ εὐθὺς ἐκπῖπτον οὔτ’ αὖθις. ἀλλὰ καὶ ἡ χροιὰ μόνη τοῦ αἵματος οἰκεία τε ἅμα καὶ ἀχώριστος. οὐδὲ γὰρ ἄλλο τῶν ἐν τῷ σώματι μορίων ἢ χυμῶν ἐρυθρὸν, πλὴν σαρκός τε καὶ αἵματος. ἀλλ’ οὔτε πολυσαρκία ἐστὶ τὸ πάθημα τῆς φλεγμονῆς, καὶ εἴπερ συσταίη ποτὲ πολυσαρκία κατὰ τὸ σῶμα μόνη, χωρὶς αἵματος πλήθους, ὁ μὲν ὄγκος μείζων γίνεται τοῦ κατὰ φύσιν, ἡ χροιὰ δὲ ἐν ὅροις ὑγιεινοῖς διαμένει, μηδὲν τῆς ἀρχαίας ἐξαλλάττουσα φύσεως. οὐδενὶ γὰρ αὐξανομένῳ κατὰ τὴν οὐσίαν ἐπιτείνεται τὸ πρόσθεν χρῶμα. οὕτω γὰρ ἂν ἥ τε χιὼν ἐγίνετο λευκοτέρα καὶ ἡ πίττα μελαντέρα καὶ ὁ χρυσὸς ξανθότερος. ἕτερον οὖν ἐστι προφανῶς αὔξησις οὐσίας ἀλλοιώσεως. αὐξάνεται μὲν γὰρ κατὰ τὸ ποσὸν, ἀλλοιοῦται δὲ κατὰ τὸ ποιόν. ἔστι δέ που καὶ τὸ χρῶμα ποιᾶς οὐσίας, οὐ

Work

Title: Galen: De Tumoribus Praeter Naturam
English: On Abnormal Swellings
Original: Περὶ τῶν παρὰ φύσιν ὄγκων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 705-732

Publisher: Cnobloch, Leipzig

Download