Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tumoribus Praeter Naturam (On Abnormal Swellings)

Kühn 1824

εἶναι μείζονα. δεύτερον δὲ τεκμήριον ἐκ τῆς τοῦ αἵματος οὐσίας· οὐ γὰρ ὥσπερ πίττα καὶ ῥητίνη καὶ κηρὸς ὑπὸ ψύξεως πέπηγεν, ἀλλ’ ἔστιν ἀεί τε καὶ φύσει θερμότερον. ἐκείνοις μὲν οὖν θερμαινομένοις εἰς τοὐναντίον ἡ μετάστασις· αἵματι δὲ κατὰ φύσιν ὑπάρχοντι θερμῷ γένοιτο μὲν ὀλίγῳ τινὶ ὁ μείζων ὄγκος, οὐ μὴν ἐπὶ τοσοῦτον, ὅσον ἐξαίρουσιν αἱ φλεγμοναὶ τὰ πάσχοντα μόρια. καίτοι γε πίττα καὶ ῥητίνη καὶ κηρὸς, εἰς τοσαύτην ἀφικνούμενα θερμασίαν, εἰς ὅσην ἥκει τὰ φλεγμαίνοντα, βραχὺ τοῦ ἐξ ἀρχῆς ἐπαύξεται. καί σοι καὶ τοῦτό ἐστι τεκμήριον ἕτερον ἐπὶ τοῖς εἰρημένοις οὐ σμικρὸν τοῦ τὸν ὄγκον τῶν φλεγμαινόντων μορίων μὴ διὰ μόνην γίνεσθαι τὴν χύσιν. ὀλίγη μὲν γάρ ἐστιν ἡ κατὰ θερμασίαν ἀλλοίωσις τοῦ αἵματος, οὐκ ὀλίγῳ δὲ μείζων ὁ ὄγκος. ἱκανὸν δὲ τεκμήριον ἔστω σοι καὶ αὐτὸ τὸ φαινόμενον. οὐ γὰρ ὥσπερ ἡ ῥητίνη καὶ ἡ πίττα καὶ ὁ κηρὸς θερμαινόμενα σφοδρότερον ἐπιπλεῖστον ἥκουσι χύσεως, οὕτω καὶ τὸ αἷμα· φυλάττει δὲ, κᾂν ἐπὶ πυρὸς ἕψηται, τὸν ἔμπροσθεν ὄγκον, ἢ οὐδ’ ὅλως ἢ παντάπασιν ἐλάχιστον εἰς μέγεθος ἐξαιρόμενον.

Work

Title: Galen: De Tumoribus Praeter Naturam
English: On Abnormal Swellings
Original: Περὶ τῶν παρὰ φύσιν ὄγκων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 705-732

Publisher: Cnobloch, Leipzig

Download